Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὡς δὲ κἀκείνην διέφυγον παρελθοῦσαν, εὐθὺς ἀνέβαινον οἱ πρῶτοι Μνασίθεος καὶ Ἔκδηλος, καὶ τὰς ἑκατέρωθεν ὁδοὺς τοῦ τείχους διαλαβόντες ἀπέστελλον Τέχνωνα πρὸς Ἄρατον ἐπείγεσθαι κελεύοντες.

ἦν δὲ οὐ πολὺ διάστημα ἀπὸ τοῦ κήπου πρὸς τὸ τεῖχος καὶ τὸν πύργον, ἐν ᾧ κύων μέγας ἐφρούρει θηρατικός. αὐτὸς μὲν οὖν οὐκ ᾔσθετο τὴν ἔφοδον, εἴτε φύσει νωθὴς ὢν, εἴτε μεθʼ ἡμέραν κατάκοπος γεγονώς. τῶν δὲ τοῦ κηπουροῦ κυναρίων κάτωθεν ἐκκαλουμένων αὐτόν ὑπεφθέγγετο τυφλὸν καὶ ἄσημον τὸ πρῶτον, εἶτα μᾶλλον ἐπέτεινε παρερχομένων.

καὶ κατεῖχεν ἤδη πολὺς ὑλαγμὸς τὸ χωρίον, ὥστε τὸν πέραν φύλακα κραυγῇ μεγάλῃ πυνθάνεσθαι τοῦ κυνηγοῦ, πρός τίνα τραχέως οὕτως ὁ κύων ὑλακτεῖ, καὶ μή τι

p.18
γίνεται καινότερον. ὁ δʼ ἀπὸ τοῦ πύργου αὐτῷ[*](ἀπὸ αὐτῷ bracketed by Sint.2; Ziegler reads πρὸς αὐτόν, with Stephanus.) ἀντεφώνησε μηδὲν εἶναι δεινόν, ἀλλὰ τὸν κύνα πρὸς τὸ φῶς τῶν τειχοφυλάκων καὶ τὸν ψόφον τοῦ κώδωνος παρωξύνθαι.