Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

καὶ ταῦτα μὲν ἔσχε τὸν τῆς ἀμύνης νόμον καὶ γὰρ εἰ δεινὸν ἄνδρας ὁμοφύλους καὶ συγγενεῖς οὕτω μεταχειρίσασθαι διʼ ὀργήν, ἀλλʼ ἐν ἀνάγκαις γλυκὺ γίνεται καὶ σκληρόν,[*](καὶ σκληρόν with Bergk (Poet. Lyr. Gr. iii.4 p. 530): καὶ οὐ σκληρόν.) κατὰ Σιμωνίδην, ὥσπερ ἀλγοῦντι τῷ θυμῷ καὶ φλεγμαίνοντι θεραπείαν καὶ ἀναπλήρωσιν προσφερόντων. τὰ δὲ μετὰ ταῦτα πραχθέντα περὶ τὴν πόλιν οὔτʼ εἰς καλὴν οὔτʼ εἰς ἀναγκαίαν ἔστι θέσθαι τῷ Ἀράτῳ πρόφασιν.

τῶν γὰρ Ἀχαιῶν τὴν πόλιν παρʼ Ἀντιγόνου δωρεὰν λαβόντων καὶ κατοικίζειν ἐγνωκότων αὐτὸς οἰκιστὴς αἱρεθεὶς καὶ στρατηγὸς ὢν ἐψηφίσατο μηκέτι καλεῖν Μαντίνειαν, ἀλλʼ Ἀντιγόνειαν, ὃ καὶ μέχρι νῦν καλεῖται, καὶ δοκεῖ διʼ ἐκεῖνον ἡ μὲν ἐρατεινὴ Μαντίνεια παντάπασιν ἐξαληλίφθαι, διαμένει δὲ ἡ πόλις ἐπώνυμος τῶν ἀπολεσάντων καὶ ἀνελόντων τοὺς πολίτας.