Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐπεὶ φανερῶς γε πολλὰ τῶν πραττομένων ἐλύπει τὸν Ἄρατον, ὥσπερ τὸ περὶ τῶν εἰκόνων ὁ γὰρ Ἀντίγονος τὰς μὲν τῶν ἐν Ἄργει τυράννων καταβεβλημένας ἀνέστησε, τὰς δὲ τῶν ἑλόντων τὸν Ἀκροκόρινθον ἑστώσας ἀνέτρεψε πλὴν μιᾶς τῆς ἐκείνου· καὶ πολλὰ περὶ τούτων δεηθεὶς ὁ Ἄρατος οὐκ ἔπεισεν.

ἐδόκει δὲ καὶ τὰ περὶ Μαντίνειαν οὐχ Ἑλληνικῶς διῳκῆσθαι τοῖς Ἀχαιοῖς. κρατήσαντες γὰρ αὐτῶν διʼ Ἀντιγόνου τοὺς μὲν ἐνδοξοτάτους καὶ πρώτους ἀπέκτειναν, τῶν δʼ ἄλλων τοὺς μὲν ἀπέδοντο, τοὺς δʼ εἰς Μακεδονίαν ἀπέστειλαν ἐν πέδαις[*](ἐν πέδαις Sint.2, followed by Ziegler: πέδαις.) δεδεμένους, παῖδας δὲ καὶ γυναῖκας ἠνδραποδίσαντο, τοῦ δὲ συναχθέντος ἀργυρίου τὸ τρίτον αὐτοὶ διείλοντο, τὰς δὲ δύο μοίρας ἔνειμαν τοῖς

p.106
Μακεδόσι.