Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δέ, καίπερ ἑτέρου μὲν ἄρχοντος τότε τῶν Ἀχαιῶν, αὐτὸς δὲ ἀρρωστίᾳ μακρᾷ κλινήρης ὑπάρχων, ὅμως ἐν φορείῳ κομιζόμενος ὑπήντησε τῇ πόλει πρὸς τὴν χρείαν, καὶ τὸν ἐπὶ τῆς φρουρᾶς Διογένη συνέπεισεν ἀποδοῦναι τόν τε Πειραιᾶ καὶ τὴν Μουνυχίαν καὶ τὴν Σαλαμῖνα καὶ τὸ Σούνιον τοῖς Ἀθηναίοις ἐπὶ πεντήκοντα καὶ ἑκατὸν ταλάντοις, ὧν αὐτὸς ὁ Ἄρατος εἴκοσι τῇ πόλει συνεβάλετο.

προσεχώρησαν δʼ εὐθὺς Αἰγινῆται καὶ Ἑρμιονεῖς τοῖς Ἀχαιοῖς, ἥ τε πλείστη τῆς Ἀρκαδίας αὐτοῖς συνετέλει. καὶ Μακεδόνων μὲν ἀσχόλων ὄντων διά τινας προσοίκους καὶ ὁμόρους πολέμους, Αἰτωλῶν δὲ συμμαχούντων, ἐπίδοσιν μεγάλην ἡ τῶν Ἀχαιῶν ἐλάμβανε δύναμις.

p.80

ὁ δὲ Ἄρατος ἐξεργαζόμενος τὴν παλαιὰν ὑπόθεσιν, καὶ δυσανασχετῶν τὴν ἐν Ἄργει τυραννίδα γειτνιῶσαν αὐτοῖς, ἔπειθε πέμπων τὸν Ἀριστόμαχον εἰς μέσον θεῖναι καὶ προσαγαγεῖν τοῖς Ἀχαιοῖς τὴν πόλιν, καὶ ζηλώσαντα Λυδιάδην ἔθνους τηλικούτου μετʼ εὐφημίας καὶ τιμῆς στρατηγὸν εἶναι μᾶλλον ἢ μιᾶς πόλεως κινδυνεύοντα καὶ μισούμενον τύραννον.

ὑπακούσαντος δὲ τοῦ Ἀριστομάχου καὶ κελεύσαντος αὐτῷ πεντήκοντα τάλαντα πέμψαι τὸν Ἄρατον, ὅπως ἀπαλλάξῃ καὶ διαλύσηται τοὺς παρʼ αὐτῷ στρατευομένους, καὶ τῶν χρημάτων ποριζομένων, ὁ Λυδιάδης ἔτι στρατηγῶν καὶ φιλοτιμούμενος ἴδιον αὐτοῦ πολίτευμα τοῦτο πρὸς τοὺς Ἀχαιοὺς γενέσθαι, τοῦ μὲν Ἀράτου κατηγόρει πρὸς Ἀριστόμαχον ὡς δυσμενῶς καὶ ἀδιαλλάκτως ἀεὶ πρὸς τοὺς τυράννους ἔχοντος, αὐτῷ δὲ πείσας τὴν πρᾶξιν ἐπιτρέψαι προσήγαγε τοῖς Ἀχαιοῖς τὸν ἄνθρωπον.

ἔνθα δὴ μάλιστα φανερὰν ἐποίησαν οἱ σύνεδροι τῶν Ἀχαιῶν τὴν πρὸς τὸν Ἄρατον εὔνοιαν καὶ πίστιν. ἀντειπόντος μὲν γὰρ αὐτοῦ διʼ ὀργήν ἀπήλασαν τοὺς περὶ τὸν Ἀριστόμαχον ἐπεὶ δὲ συμπεισθεὶς πάλιν αὐτὸς ἤρξατο περὶ αὐτῶν διαλέγεσθαι παρὼν, πάντα ταχέως καὶ προθύμως ἐψηφίσαντο, καὶ προσεδέξαντο μὲν τοὺς Ἀργείους καὶ Φλιασίους εἰς τὴν πολιτείαν, ἐνιαυτῷ δὲ ὕστερον καὶ τὸν Ἀριστόμαχον εἵλοντο στρατηγόν.

ὁ δὲ εὐημερῶν παρὰ τοῖς Ἀχαιοῖς καὶ βουλόμενος εἰς τὴν Λακωνικὴν ἐμβαλεῖν ἐκάλει τὸν Ἄρατον ἐξ Ἀθηνῶν, ὁ δὲ ἔγραφε μὲν αὐτῷ τὴν στρατείαν ἀπαγορεύων καὶ[*](καὶ bracketed by Sint.2 ) τῷ Κλεομένει θράσος

p.82
ἔχοντι καὶ παραβόλως αὐξανομένῳ συμπλέκεσθαι τοὺς Ἀχαιοὺς μὴ βουλόμενος, ὡρμημένου δὲ πάντως ὑπήκουσε καὶ παρὼν συνεστράτευεν.