Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

τοὺς δὲ Ἀθηναίους σπουδάζων ἐλευθερῶσαι διεβλήθη καὶ κακῶς ἤκουσεν ὑπὸ τῶν Ἀχαιῶν, ὅτι σπονδὰς πεποιημένων αὐτῶν πρὸς τοὺς Μακεδόνας καὶ ἀνοχὰς ἀγόντων ἐπεχείρησε τὸν Πειραιᾶ

p.76
καταλαβεῖν. αὐτὸς δὲ ἀρνούμενος ἐν τοῖς ὑπομνήμασιν οἷς ἀπολέλοιπεν Ἐργῖνον αἰτιᾶται, μεθʼ οὗ τὰ περὶ τὸν Ἀκροκόρινθον ἔπραξεν.

ἐκεῖνον γὰρ ἰδίᾳ τῷ Πειραιεῖ προσβαλόντα καὶ τῆς κλίμακος συντριβείσης διωκόμενον ὀνομάζειν καὶ καλεῖν συνεχῶς Ἄρατον ὥσπερ παρόντα, καὶ διαφυγεῖν οὕτως ἐξαπατήσαντα τοὺς πολεμίους. οὐ μὴν δοκεῖ πιθανῶς ἀπολογεῖσθαι· τὸν γὰρ Ἐργῖνον, ἄνθρωπον ἰδιώτην καὶ Σύρον, ἀπʼ οὐδενὸς ἦν εἰκότος ἐπὶ νοῦν βαλέσθαι τὴν τηλικαύτην πρᾶξιν, εἰ μὴ τὸν Ἄρατον εἶχεν ἡγεμόνα καὶ παρʼ ἐκείνου τὴν δύναμιν καὶ τὸν καιρὸν εἰλήφει πρὸς τὴν ἐπίθεσιν.

ἐδήλωσε δὲ καὶ αὐτὸς ὁ Ἄρατος οὐ δὶς οὐδὲ τρίς, ἀλλὰ πολλάκις, ὥσπερ οἱ δυσέρωτες, ἐπιχειρήσας τῷ Πειραιεῖ καὶ πρὸς τὰς διαμαρτίας οὐκ ἀποκαμών, ἀλλὰ τῷ παρὰ μικρὸν ἀεὶ καὶ σύνεγγυς ἀποσφάλλεσθαι τῶν ἐλπίδων πρὸς τὸ θαρρεῖν ἀνακαλούμενος, ἅπαξ δὲ καὶ τὸ σκέλος ἔσπασε διὰ τοῦ Θριασίου φεύγων καὶ τομὰς ἔλαβε πολλὰς θεραπευόμενος, καὶ πολὺν χρόνον ἐν φορείῳ κομιζόμενος ἐποιεῖτο τὰς στρατείας.

Ἀντιγόνου δὲ ἀποθανόντος καὶ Δημητρίου τὴν βασιλείαν παραλαβόντος ἔτι μᾶλλον ἐνέκειτο ταῖς Ἀθήναις καὶ ὅλως κατεφρόνει τῶν Μακεδόνων. διὸ καὶ κρατηθέντος αὐτοῦ μάχῃ περὶ Φυλακίαν ὑπὸ Βίθυος τοῦ Δημητρίου στρατηγοῦ, καὶ λόγου γενομένου πολλοῦ μὲν, ὡς ἑάλωκε, πολλοῦ δὲ ὡς τέθνηκεν,

ὁ μὲν τὸν Πειραιᾶ

paris.1624.1043
φρουρῶν Διογένης ἔπεμψεν ἐπιστολὴν εἰς
p.78
Κόρινθον ἐξίστασθαι τῆς πόλεως κελεύων τοὺς Ἀχαιούς, ἐπειδὴ Ἄρατος ἀπέθανεν ἔτυχε δὲ τῶν γραμμάτων κομισθέντων παρὼν αὐτὸς ἐν Κορίνθῳ, καὶ διατριβὴν οἱ τοῦ Διογένους καὶ γέλωτα πολὺν παρασχόντες ἀπηλλάγησαν, αὐτὸς δὲ ὁ βασιλεὺς ἐκ Μακεδονίας ναῦν ἔπεμψεν, ἐφʼ ἧς κομισθήσεται πρὸς αὐτὸν ὁ Ἄρατος δεδεμένος.

πᾶσαν δὲ Ἀθηναῖοι κουφότητα κολακείας τῆς πρὸς Μακεδόνας ὑπερβάλλοντες ἐστεφανηφόρησαν ὅτε πρῶτον ἠγγέλθη τεθνηκώς, διὸ καὶ πρὸς ὀργὴν εὐθὺς ἐκστρατεύσας ἐπʼ αὐτούς ἄχρι τῆς Ἀκαδημείας προῆλθεν εἶτα πεισθεὶς οὐδὲν ἠδίκησεν. οἱ δὲ Ἀθηναῖοι συμφρονήσαντες αὐτοῦ τὴν ἀρετήν, ἐπεὶ Δημητρίου τελευτήσαντος ὥρμησαν ἐπὶ τὴν ἐλευθερίαν, ἐκεῖνον ἐκάλουν.