Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

μέχρι μὲν οὖν τρίτης στρατηγίας ὁ Λυδιάδης εὖ φερόμενος διετέλει καὶ παρʼ ἐνιαυτὸν ἦρχεν ἐναλλὰξ τῷ Ἀράτῳ στρατηγῶν· φανερὰν δὲ ἐξενεγκάμενος ἔχθραν καὶ πολλάκις αὐτοῦ κατηγορήσας ἐν τοῖς Ἀχαιοῖς ἀπερρίφη καὶ παρώφθη, πεπλασμένῳ δοκῶν ἤθει πρὸς ἀληθινὴν καὶ ἀκέραιον ἀρετὴν ἁμιλλᾶσθαι.

καὶ καθάπερ τῷ κόκκυγί φησιν Αἴσωπος, ἐρωτῶντι τοὺς λεπτοὺς ὄρνιθας ὅ τι φεύγοιεν αὐτόν, εἰπεῖν ἐκείνους ὡς ἔσται ποτὲ ἱέραξ, οὕτως ἔοικε τῷ Λυδιάδῃ παρακολουθεῖν ἐκ τῆς τυραννίδος ὑποψία βλάπτουσα τὴν φύσιν αὐτοῦ τῆς μεταβολῆς.

ὁ δὲ Ἄρατος εὐδοκίμησε καὶ περὶ τὰς Αἰτωλικὰς πράξεις, ὅτε συμβαλεῖν μὲν αὐτοῖς πρὸ τῆς Μεγαρικῆς ὡρμημένων τῶν Ἀχαιῶν, καὶ τοῦ βασιλέως τῶν Λακεδαιμονίων Ἄγιδος ἀφικομένου μετὰ δυνάμεως καὶ συνεξορμῶντος ἐπὶ τὴν μάχην τοὺς Ἀχαιούς, ἐναντιωθεὶς καὶ πολλὰ μὲν ὀνείδη, πολλὰ δʼ εἰς μαλακίαν καὶ ἀτολμίαν καὶ σκώμματα καὶ χλευασμὸν ὑπομείνας οὐ προήκατο τὸν τοῦ συμφέροντος λογισμὸν διὰ τὸ φαινόμενον αἰσχρόν, ἀλλὰ παρεχώρησε τοῖς πολεμίοις ὑπερβαλοῦσι τὴν Γεράνειαν ἀμαχεὶ παρελθεῖν εἰς Πελοπόννησον.

ὡς μέντοι παρελθόντες ἐξαίφνης Πελλήνην κατέλαβον, οὐκέτʼ ἦν ὁ αὐτός, οὐδʼ ἔμελλε διατρίβων καὶ περιμένων

p.72
ἀθροισθῆναι καὶ συνελθεῖν εἰς ταὐτὸ πανταχόθεν τὴν δύναμιν, ἀλλʼ εὐθὺς ὥρμησε μετὰ τῶν παρόντων ἐπὶ τοὺς πολεμίους ἐν τῷ κρατεῖν ἀσθενεστάτους διʼ ἀταξίαν καὶ ὕβριν ὄντας.