Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ταῦτα γὰρ οὕτως ἴσχυσεν ὥστε καὶ τοὺς φιλοσόφους ἐν ταῖς σχολαῖς ζητοῦντας εἰ τὸ πάλλεσθαι τὴν καρδίαν καὶ τὸ χρῶμα τρέπεσθαι καὶ τὴν κοιλίαν ἐξυγραίνεσθαι παρὰ τὰ φαινόμενα δεινὰ δειλίας ἐστὶν ἢ δυσκρασίας τινὸς περὶ τὸ σῶμα καὶ ψυχρότητος, ὀνομάζειν ἀεὶ τὸν Ἄρατον ὡς ἀγαθὸν μὲν ὄντα στρατηγόν, ἀεὶ δὲ ταῦτα πάσχοντα παρὰ τοὺς ἀγῶνας.

ὡς δʼ οὖν τὸν Ἀρίστιππον ἀνεῖλεν,

paris.1624.1041
εὐθὺς ἐπεβούλευσε Λυδιάδῃ τῷ Μεγαλοπολίτῃ τυραννοῦντι τῆς ἑαυτοῦ πατρίδος, ὁ δὲ οὐκ ὢν ἀγεννὴς οὐδὲ ἀφιλότιμος τὴν φύσιν, οὐδὲ ὥσπερ οἱ πολλοὶ τῶν μονάρχων ἀκρασίᾳ. καὶ πλεονεξίᾳ πρὸς ταύτην ῥυεὶς τὴν ἀδικίαν, ἀλλʼ ἐπαρθεὶς ἔρωτι δόξης ἔτι νέος καὶ λόγους ψευδεῖς καὶ κενοὺς λεγομένους περὶ τυραννίδος, ὡς μακαρίου καὶ θαυμαστοῦ πράγματος, εἰς μέγα φρόνημα παραδεξάμενος ἀνοήτως, καὶ καταστήσας ἑαυτὸν τύραννον ταχὺ μεστὸς ἦν τῆς ἐκ μοναρχίας βαρύτητος.

ἅμα δὲ ζηλῶν εὐημεροῦντα καὶ δεδοικὼς ἐπιβουλεύοντα τὸν Ἄρατον ὥρμησε καλλίστην ὁρμὴν μεταβαλόμενος, πρῶτον μὲν ἑαυτὸν ἐλευθερῶσαι μίσους καὶ φόβου καὶ φρουρᾶς καὶ δορυφόρων, εἶτα τῆς πατρίδος εὐεργέτης γενέσθαι καὶ μεταπεμψάμενος τὸν Ἄρατον ἀφῆκε τὴν ἀρχήν, καὶ τὴν πόλιν εἰς τοὺς Ἀχαιοὺς μετεκόμισεν. ἐφʼ οἷς μεγαλύνοντες αὐτὸν οἱ Ἀχαιοὶ στρατηγὸν εἵλοντο.

φιλοτιμούμενος δὲ εὐθὺς ὑπερβαλεῖν δόξῃ τὸν Ἄρατον ἄλλας τε πολλὰς πράξεις οὐκ ἀναγκαίας εἶναι δοκούσας καὶ στρατείαν ἐπὶ Λακεδαιμονίους παρήγγελλεν. ἐνιστάμενος δὲ ὁ Ἄρατος αὐτῷ

p.70
φθονεῖν ἐδόκει· καὶ τό γε δεύτερον ὁ Λυδιάδης στρατηγὸς ᾑρέθη, ἀντιπράττοντος ἄντικρυς Ἀράτου καὶ σπουδάζοντος ἑτέρῳ παραδοθῆναι τὴν ἀρχήν, αὐτὸς μὲν γὰρ, ὡς εἴρηται, παρʼ ἐνιαυτὸν ἦρχε.