Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

οὖσαν δὲ καθʼ αὑτὴν ἐπισφαλῆ τὴν πρᾶξιν ἐπισφαλεστέραν ἐποίησεν ἁμαρτία τις εὐθὺς ἐν ἀρχῇ συμβᾶσα διʼ ἄγνοιαν. ὁ γὰρ οἰκέτης τοῦ Ἀράτου Τέχνων ἐπέμφθη μὲν ὡς μετὰ τοῦ Διοκλέους κατασκεψόμενος τὸ τεῖχος, οὔπω δʼ ἦν τῷ Διοκλεῖ πρότερον ἐντετυχηκὼς κατʼ ὄψιν, ἀλλὰ τὴν μορφὴν αὐτοῦ καὶ τὸ εἶδος δοκῶν κατέχειν ἐξ ὧν ὁ Ἐργῖνος ἐπεσήμηνεν οὐλοκόμην καὶ μελάγχρουν καὶ ἀγένειον.

ἐλθὼν οὖν[*](ἀγένειον. ἐλθὼν οὖν Coraës and Ziegler, with the MSS.:ἀγένειον, ἐλθών. ) ὅπου

p.44
συνετέτακτο, τὸν Ἐργῖνον ὡς ἀφιξόμενον μετὰ τὸν Διοκλέους ἀνέμενε πρὸ τῆς πόλεως πρὸ τοῦ καλουμένου Ὄρνιθος, ἐν δὲ τούτῳ πρῶτος ἀδελφὸς Ἐργίνου καὶ Διοκλέους ὄνομα Διονύσιος οὐ συνειδὼς τὴν πρᾶξιν οὐδὲ κοινωνῶν, ὅμοιος δὲ τῷ Διοκλεῖ, προσῄει κατὰ τύχην. ὁ δὲ Τέχνων πρὸς τὰ σημεῖα τῆς μορφῆς τῇ ὁμοιότητι κινηθείς
paris.1624.1036
ἠρώτησε τὸν ἄνθρωπον εἴ τι συμβόλαιον αὐτῷ πρὸς Ἐργῖνον εἴη.

φήσαντος δὲ ἀδελφὸν εἶναι, παντάπασιν ὁ Τέχνων ἐπείσθη τῷ Διοκλεῖ διαλέγεσθαι καὶ μήτε τοὔνομα πυθόμενος μήτʼ ἄλλο μηδὲν προσμείνας τεκμήριον ἐμβάλλει τε τὴν δεξιὰν αὐτῷ καὶ περὶ τῶν συγκειμένων πρὸς τὸν Ἐργῖνον ἐλάλει κἀκεῖνον ἀνέκρινεν. ὁ δὲ δεξάμενος αὐτοῦ τὴν ἁμαρτίαν πανούργως ὡμολόγει τε πάντα καὶ πρὸς τὴν πόλιν ἀναστρέψας ὑπῆγεν ἀνυπόπτως διαλεγόμενος.

ἤδη δὲ πλησίον ὄντος αὐτοῦ καὶ μέλλοντος ὅσον οὔπω τὸν Τέχνωνα διαλαμβάνειν, ἀπὸ τύχης αὖ πάλιν ὁ Ἐργῖνος αὐτοῖς ἀπήντησεν. αἰσθόμενος δὲ τὴν ἀπάτην καὶ τὸν κίνδυνον διὰ νεύματος ἐδήλωσε τῷ Τέχνωνι φεύγειν καὶ ἀποπηδήσαντες ἀμφότεροι δρόμῳ πρὸς τὸν Ἄρατον ἀπεσώθησαν. οὐ μὴν ἀπέκαμε ταῖς ἐλπίσιν ἐκεῖνος, ἀλλʼ ἔπεμψεν εὐθὺς τὸν Ἐργῖνον χρυσίον τε τῷ Διονυσίῳ κομίζοντα καὶ δεησόμενον αὐτοῦ σιωπᾶν.

ὁ δὲ καὶ τοῦτο ἐποίησε καὶ τὸν Διονύσιον ἄγων μεθʼ ἑαυτοῦ πρὸς τὸν Ἄρατον ἦλθεν. ἐλθόντα δὲ αὐτὸν οὐκέτι διῆκαν, ἀλλὰ δήσαντες ἐφύλαττον ἐν οἰκίσκῳ κατακεκλεισμένον αὐτοὶ δὲ παρεσκευάζοντο πρὸς τὴν ἐπίθεσιν.