Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐκ δὲ τούτου γενόμενος τῷ Αἰγίᾳ συνήθης, καὶ προαχθεὶς εἷς λόγον ὑπʼ αὐτοῦ περὶ τῆς φρουρᾶς, ἔφη πρὸς τὸν ἀδελφὸν ἀναβαίνων πρὸς τὸ κρημνῶδες ἐντομὴν καθεωρακέναι πλαγίαν, ἄγουσαν ᾗ χθαμαλώτατον ἐπῳκοδόμηται τῷ φρουρίῳ τὸ τεῖχος, προσπαίξαντος δὲ αὐτῷ τοῦ Αἰγίου καὶ εἰπόντος· εἶτα, ὦ βέλτιστε, διὰ μικρὸν οὕτω χρυσίου ἀνασπᾶτε τὰς βασιλικὰς πράξεις, δυνάμενοι μίαν ὥραν πολλῶν ἀποδόσθαι χρημάτων; ἢ γὰρ οὐχὶ καὶ τοιχωρύχοις καὶ προδόταις ἁλοῦσιν ἅπαξ ἀποθανεῖν ὑπάρχει;

γελάσας ὁ Ἐργῖνος τότε μὲν ὡμολόγησεν ἀποπειρᾶσθαι τοῦ Διοκλέους τοῖς γὰρ ἄλλοις ἀδελφοῖς μὴ πάνυ τι πιστεύειν, ὀλίγαις δὲ ὕστερον ἡμέραις ἐπανελθὼν συντίθεται τὸν Ἄρατον ἄξειν πρὸς τὸ τεῖχος, ὅπου τὸ ὕψος οὐ μεῖζον ἦν πεντεκαίδεκα ποδῶν, καὶ τἆλλα συμπράξειν μετὰ τοῦ Διοκλέους.

ὁ δὲ Ἄρατος ἐκείνοις μὲν ἑξήκοντα τάλαντα δώσειν κατορθώσας ὡμολόγησεν, ἢν δὲ ἀποτύχῃ, σωθῇ δὲ μετʼ ἐκείνων, οἰκίαν ἑκατέρῳ καὶ τάλαντον. ἐπεὶ δὲ ἔδει παρὰ τῷ Αἰγίᾳ τὰ ἑξήκοντα τάλαντα κεῖσθαι τοῖς περὶ τὸν Ἐργῖνον,

p.42
ὁ δὲ Ἄρατος οὔτε αὐτὸς εἶχεν οὔτε ἐβούλετο δανειζόμενος αἴσθησιν ἑτέρῳ τῆς πράξεως παρασχεῖν, λαβὼν τῶν ἐκπωμάτων τὰ πολλὰ καὶ τὰ χρυσία τῆς γυναικὸς ὑπέθηκε τῷ Αἰγίᾳ πρὸς τὸ ἀργύριον.

οὕτω γὰρ ἐπῆρτο τῇ ψυχῇ καὶ τοσοῦτον ἔρωτα τῶν καλῶν πράξεων εἶχεν, ὥστε τὸν Φωκίωνα καὶ τὸν Ἐπαμεινώνδαν ἐπιστάμενος Ἑλλήνων δικαιοτάτους καὶ κρατίστους γεγονέναι δοκοῦντας ἐπὶ τῷ διώσασθαι δωρεὰς μεγάλας καὶ μὴ προέσθαι χρημάτων τὸ καλόν, αὐτὸς εἰς ταῦτα δαπανᾶσθαι κρύφα καὶ προεισφέρειν, ἐν οἷς ἐκινδύνευε μόνος ὑπὲρ πάντων οὐδὲ εἰδότων τὰ πραττόμενα, ᾑρεῖτο.

τίς γὰρ οὐκ ἂν θαυμάσειε καὶ συναγωνίσαιτο ἔτι νῦν τῇ μεγαλοψυχίᾳ τοῦ ἀνδρός, ὠνουμένου χρημάτων τοσούτων κίνδυνον τηλικοῦτον, καὶ τὰ τιμιώτατα δοκοῦντα τῶν κτημάτων ὑποτιθέντος, ὅπως παρεισαχθεὶς νυκτὸς εἰς τοὺς πολεμίους διαγωνίσηται περὶ τῆς ψυχῆς, ἐνέχυρον λαβὼν τὴν ἐλπίδα τοῦ καλοῦ παρʼ αὐτῶν, ἄλλο δὲ οὐδέν;