Comparison of Dion and Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
τὸ δὲ τὴν Καίσαρος κατάλυσιν εἰς νοῦν ἐμβαλέσθαι καὶ μὴ φοβηθῆναι τὴν δεινότητα καὶ δύναμιν καὶ τύχην, οὗ καὶ τοὔνομα τοὺς Παρθυαίων καὶ Ἰνδῶν βασιλεῖς οὐκ εἴα καθεύδειν, ὑπερφυοῦς ἦν ψυχῆς καὶ πρὸς μηθὲν ὑφίεσθαι φόβῳ τοῦ φρονήματος δυναμένης.
διὸ τῷ μὲν ὀφθέντι μόνον ἐν Σικελίᾳ μυριάδες οὐκ ὀλίγαι συνέστησαν ἐπὶ Διονύσιον· ἡ δὲ Καίσαρος δόξα καὶ πεσόντος ὤρθου τοὺς φίλους, καὶ τοὔνομα τὸν χρησάμενον ἦρεν ἐκ παιδὸς ἀμηχάνου πρῶτον εὐθὺς εἶναι Ῥωμαίων, ὡς ἀλεξιφάρμακον τοῦτο πρὸς τὴν Ἀντωνίου περιαψάμενον ἔχθραν καὶ δύναμιν.
εἰ δὲ φήσει τις ὅτι μεγάλοις μὲν ἀγῶσιν ὁ Δίων ἐξέβαλε τὸν τύραννον, Καίσαρα δὲ Βροῦτος ἔκτεινε γυμνὸν καὶ ἀφύλακτον, αὐτὸ τοῦτο δεινότητος ἄκρας καὶ στρατηγίας ἦν ἔργον, ἄνδρα τοσαύτην περιβεβλημένον δύναμιν ἀφύλακτον λαβεῖν καὶ γυμνόν.
οὐ γὰρ ἐξαίφνης οὐδὲ μόνος ἢ σὺν ὀλίγοις ἐπιπεσὼν ἀνεῖλεν, ἀλλʼ ἐκ πολλοῦ συνθεὶς τὸ βούλευμα καὶ μετὰ πολλῶν ἐπιθέμενος, ὧν οὐδεὶς ἐψεύσατʼ αὐτόν, ἢ γὰρ εὐθὺς ἔκρινε τοὺς ἀρίστους ἢ τῷ προκρῖναι τοὺς πιστευθέντας ἀγαθοὺς ἐποίησε.
Δίων δὲ εἴτε κρίνας κακῶς ἐπίστευσεν ἑαυτὸν πονηροῖς εἴτε χρώμενος