Comparison of Dion and Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Δίων δὲ πρὸς χάριν ὤρθου πολλὰ Διονύσιον, ὅτʼ ἦν βέβαιος αὑτῷ, καὶ πρὸς ὀργὴν ἀπιστηθεὶς ἐπολέμησε.

διὸ τούτῳ μὲν οὐδʼ οἱ φίλοι πάντες ἐπίστευσαν, ὡς μεταστήσας Διονύσιον οὐκ ἂν βεβαιώσαιτο τὴν ἀρχὴν αὑτῷ, πρᾳοτέρῳ τυραννίδος ὀνόματι παραγαγὼν τοὺς πολίτας,

περὶ δὲ τοῦ Βρούτου τῶν ἐχθρῶν ἦν ἀκούειν ὅτι μόνος τῶν ἐπὶ Καίσαρα συναραμένων

p.254
ἕνα προὔθετο σκοπὸν ἀπʼ ἀρχῆς ἄχρι τέλους τὴν πάτριον ἀποδοῦναι Ῥωμαίοις πολιτείαν.

ἄνευ γε μὴν τούτων ὁ πρὸς Διονύσιον

paris.1624.1011
ἀγὼν οὐχ ὅμοιος ἦν δήπου τῷ πρὸς Καίσαρα.

Διονυσίου μὲν γὰρ οὐδεὶς ὅστις οὐκ ἂν κατεφρόνησε τῶν συνήθων ἐν μέθαις καὶ κύβοις καὶ γυναιξὶ τὰς πλείστας ποιουμένου διατριβάς·