Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

συντείνοντος δὲ τοῦ κακοῦ μᾶλλον Ἡρακλείδης τὸν ἀδελφὸν ἐξέπεμψεν, εἶτα Θεοδότην τὸν θεῖον, ἱκετεύων ἀρήγειν, ὡς μηδενὸς ἀντέχοντος τοῖς πολεμίοις, αὐτοῦ δὲ τετρωμένου, τῆς δὲ πόλεως μικρὸν ἀπεχούσης ἀνατετράφθαι καὶ καταπεπρῆσθαι.

τοιούτων ἀγγελμάτων τῷ Δίωνι προσπεσόντων ἔτι μὲν ἑξήκοντα σταδίους τῶν πυλῶν ἀπεῖχε· φράσας δὲ τὸν κίνδυνον τοῖς ξένοις καὶ παρακελευσάμενος οὐκέτι βάδην ἦγεν, ἀλλὰ δρόμῳ τὸ στράτευμα

paris.1624.978
πρὸς τὴν πόλιν, ἄλλων ἐπʼ ἄλλοις ἀντιαζόντων καὶ δεομένων ἐπείγεσθαι.

χρησάμενος δὲ θαυμαστῷ τάχει καὶ προθυμίᾳ τῶν ξένων εἰσέβαλε διὰ τῶν πυλῶν εἰς τὴν Ἑκατόμπεδον λεγομένην·

καὶ τοὺς μὲν ἐλαφροὺς εὐθὺς ἀφῆκεν ἐλθεῖν πρὸς

p.96
τοὺς πολεμίους, ὡς ἰδοῦσι θαρσῆσαι τοῖς Συρακουσίοις ἐγγένοιτο, τοὺς δʼ ὁπλίτας αὐτὸς συνέταττε καὶ τῶν πολιτῶν τοὺς ἐπιρρέοντας καὶ συνισταμένους, ὀρθίους λόχους ποιῶν καὶ διαιρῶν τὰς ἡγεμονίας, ὅπως πολλαχόθεν ἅμα προσφέροιτο φοβερώτερον.

ἐπεὶ δὲ ταῦτα παρασκευασάμενος καὶ τοῖς θεοῖς προσευξάμενος ὤφθη διὰ τῆς πόλεως ἄγων ἐπὶ τοὺς πολεμίους, κραυγῇ καὶ χαρὰ καὶ πολὺς ἀλαλαγμὸς εὐχαῖς ὁμοῦ καὶ παρακλήσεσι μεμιγμένος ἐγίνετο παρὰ τῶν Συρακουσίων, τὸν μὲν Δίωνα σωτῆρα καὶ θεὸν ἀποκαλούντων, τοὺς δὲ ξένους ἀδελφοὺς καὶ πολίτας.

οὐδεὶς δὲ φίλαυτος οὕτως[*](φίλαυτος οὕτως Coraës, after Reiske (οὕτως φίλαυτος Bekker): φίλαυτος.) ἦν καὶ φιλόψυχος παρὰ τὸν τότε καιρόν ὃς οὐ μᾶλλον ὑπὲρ μόνου Δίωνος ἢ τῶν ἄλλων ἁπάντων ἀγωνιῶν ἐφαίνετο, πρώτου πρὸς τὸν κίνδυνον πορευομένου διʼ αἵματος καὶ πυρὸς καὶ νεκρῶν πολλῶν κειμένων ἐν ταῖς πλατείαις.

ἦν μὲν οὖν καὶ τὰ παρὰ τῶν πολεμίων φοβερά παντάπασιν ἀπηγριωμένων καὶ παρατεταγμένων παρὰ τὸ τείχισμα χαλεπὴν ἔχον καὶ δυσεκβίαστον τὴν πρόσοδον ὁ δʼ ἐκ τοῦ πυρὸς κίνδυνος ἐτάραττε μᾶλλον τοὺς ξένους καὶ δύσεργον ἐποίει τὴν πορείαν.

κύκλῳ γὰρ ὑπὸ τῆς φλογὸς περιελάμποντο τὰς οἰκίας περινεμομένης· καὶ διαπύροις ἐπιβαίνοντες ἐρειπίοις καὶ καταφερομένοις ἀπορρήγμασι μεγάλοις ὑποτρέχοντες ἐπισφαλῶς, καὶ πολὺν ὁμοῦ καπνῷ διαπορευόμενοι κονιορτόν, ἐπειρῶντο συνέχειν καὶ μὴ διασπᾶν τὴν τάξιν.

ὡς δὲ προσέμιξαν τοῖς πολεμίοις, ἐν χερσὶ μὲν

p.98
ὀλίγων πρὸς ὀλίγους ἐγίνετο μάχη διὰ τὴν στενότητα καὶ τὴν ἀνωμαλίαν τοῦ τόπου, κραυγῇ δὲ καὶ προθυμίᾳ τῶν Συρακουσίων ἐπιρρωσάντων ἐβιάσθησαν οἱ περὶ τὸν Νύψιον.