Dion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
πάλιν οὖν ἐπέμποντο πρὸς τὸν Δίωνα, παρὰ μὲν τῶν στρατηγῶν ἀποτρέποντες, παρὰ δὲ τῶν ἱππέων καί τῶν γνωρίμων πολιτῶν ἐπισπεύδοντες τὴν πορείαν.
καί διὰ τοῦτο βραδέως ἅμα καί κατὰ σπουδὴν πορευόμενος προσῄει.
τῆς δὲ νυκτὸς προελθούσης οἱ μὲν μισοῦντες τὸν Δίωνα κατεῖχον τὰς πύλας ὡς ἀποκλείσοντες αὐτόν, ὁ δὲ Νύψιος, ἐκ τῆς ἄκρας αὖθις πολλῷ προθυμοτέρους γεγονότας καί πλείονας ἐφιεὶς τοὺς μισθοφόρους, τὸ μὲν προτείχισμα πᾶν εὐθὺς κατέσκαπτε, τὴν δὲ πόλιν κατέτρεχε καί διήρπαζεν.
ἦν δὲ φόνος μὲν οὐκέτι μόνον ἀνδρῶν, ἀλλὰ καί γυναικῶν καὶ παίδων, ἁρπαγαὶ δʼ ὀλίγαι, φθόρος δὲ πάντων πολύς.
ἀπεγνωκότος γὰρ ἤδη τὰ πράγματα τὸν Διονυσίου καί τοὺς Συρακουσίους δεινῶς μεμισηκότος, ὥσπερ ἐνταφιάσαι τὴν τυραννίδα τῇ πόλει πίπτουσαν ἐβούλετο.
καί τοῦ Δίωνος
φευγόντων δὲ τῶν Συρακουσίων οἱ μὲν ἐν ταῖς ὁδοῖς ἐφονεύοντο καταλαμβανόμενοι, τὸ δὲ εἰς τὰς οἰκίας καταδυόμενον αὖθις ὑπὸ τοῦ πυρὸς ἐξέπιπτε, πολλῶν ἤδη φλεγομένων καί καταφερομένων ἐπὶ τοὺς διαθέοντας.
τοῦτο τὸ πάθος μάλιστα τὴν πόλιν ἀνέῳξε Δίωνι πάντων συμφωνησάντων. ἔτυχε μὲν γὰρ οὐκέτι σπουδῇ πορευόμενος, ὡς ἤκουσεν εἰς τὴν ἀκρόπολιν κατακεκλεῖσθαι τοὺς πολεμίους.
προϊούσης δὲ τῆς ἡμέρας πρῶτον ἱππεῖς ἀπήντησαν αὐτῷ τὴν δευτέραν κατάληψιν ἀπαγγέλλοντες· ἔπειτα καὶ τῶν ὑπεναντιουμένων ἔνιοι παρῆσαν ἐπείγεσθαι δεόμενοι.