Comparison of Demetrius and Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἀσέβημα μέντοι τοσοῦτον δι’ ἀσέλγειαν οὐθὲν ταῖς Ἀντωνίου πράξεσιν ὅσον ταῖς Δημητρίου πρόσεστιν. οἱ μὲν γὰρ ἱστορικοί φασι καὶ τῆς ἀκροπόλεως ὅλης εἴργεσθαι τὰς κύνας, διὰ τὸ τὴν μῖξιν ἐμφανῆ μάλιστα τοῦτο ποιεῖσθαι τὸ ζῷον· ὁ δὲ ἐν αὐτῷ τῷ Παρθενῶνι ταῖς τε πόρναις συνῆν καὶ τῶν ἀστῶν κατεπόρνευσε πολλάς·

καὶ οὗ τις ἂν ἥκιστα τὰς τοιαύτας τρυφὰς καὶ ἀπολαύσεις οἴοιτο μετέχειν κακοῦ, τῆς ὠμότητος, τοῦτο ἔνεστι τῇ Δημητρίου φιληδονίᾳ, περιϊδόντος, μᾶλλον δὲ ἀναγκάσαντος, οἰκτρῶς ἀποθανεῖν τὸν κάλλιστον καὶ σωφρονέστατον Ἀθηναίων, φεύγοντα τὸ καθυβρισθῆναι. συνελόντι δὲ εἰπεῖν,

340
Ἀντώνιος μὲν ἑαυτὸν διὰ τὴν ἀκρασίαν, Δημήτριος δὲ ἄλλους ἠδίκησε.