Comparison of Demetrius and Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τέλος δέ, ὡς ὁ Πάρις, ἐκ τῆς μάχης ἀποδρὰς εἰς τοὺς ἐκείνης κατεδύετο κόλπους· μᾶλλον δὲ ὁ μὲν Πάρις ἡττηθεὶς ἔφυγεν εἰς τὸν θάλαμον, Ἀντώνιος δὲ Κλεοπάτραν διώκων ἔφυγε καὶ προήκατο τὴν νίκην.

ἔτι Δημήτριος μέν, οὐ κεκωλυμένον, ἀλλʼ ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου γεγονὸς ἐν ἔθει τοῖς Μακεδόνων βασιλεῦσιν, ἐγάνει γάνους πλείονας, ὥσπερ Λυσίμαχος καὶ Πτολεμαῖος, ἔσχε δὲ διὰ τιμῆς ὅσας ἔγημεν· Ἀντώνιος δὲ πρῶτον μὲν ὁμοῦ δύο γυναῖκας ἠγάγετο, πρᾶγμα μηδενὶ Ῥωμαίῳ τετολμημένον, ἔπειτα τὴν ἀστὴν καὶ δικαίως γαμηθεῖσαν ἐξήλασε τῇ ξένῃ καὶ μὴ κατὰ νόμους συνούσῃ χαριζόμενος· ὅθεν ἐκ γάμου τῷ μὲν οὐθέν, τῷ δὲ τὰ μέγιστα τῶν κακῶν ἀπήντησεν.