Antony
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
ἔτι δὲ ἡμέρας οὔσης ἀναζεύξαντες ἐπορεύοντο, τῶν πολεμίων οὐ παρενοχλούντων, αὐτοὶ δὲ ἑαυτοῖς νύκτα χαλεπωτάτην πασῶν ἐκείνην καὶ φοβερωτάτην ἀπεργασάμενοι. τοὺς γὰρ ἔχοντας ἀργύριον ἢ χρυσίον ἀποκτιννύντες ἐσύλων καὶ τὰ χρήματα τῶν ὑποζυγίων ἀφήρπαζον· τέλος δὲ τοῖς Ἀντωνίου σκευοφόροις ἐπιχειρήσαντες ἐκπώματα καὶ τραπέζας πολυτελεῖς κατέκοπτον καὶ διενέμοντο.
θορύβου δὲ πολλοῦ καὶ πλάνου τὸ στράτευμα πᾶν ἐπέχοντος ʽᾤοντο γὰρ ἐπιπεπτωκότων τῶν πολεμίων τροπὴν γεγονέναι καὶ διασπασμόνʼ Ἀντώνιος ἕνα καλέσας τῶν δορυφορούντων αὐτὸν ἀπελευθέρων, ὄνομα Ῥάμνον, ὥρκωσεν, ὅταν κελεύσῃ, τὸ ξίφος αὐτοῦ διεῖναι καὶ τὴν κεφαλὴν ἀποτεμεῖν, ὡς μήτε ἁλῴη ζῶν ὑπὸ τῶν πολεμίων μήτε γνωσθείη τεθνηκώς.
ἐκδακρυσάντων δὲ τῶν φίλων ὁ Μάρδος ἐθάρρυνε τὸν Ἀντώνιον, ὡς ἐγγὺς ὄντος τοῦ ποταμοῦ· καὶ γὰρ αὔρα τις
ἅμα δʼ ἀπήγγελλον ἕτεροι τὸν θόρυβον ἐκ τῆς πρὸς αὑτοὺς ἀδικίας καὶ πλεονεξίας εἶναι. διὸ καὶ καταστῆσαι τὸ πλῆθος εἰς τάξιν ἐκ τῆς πλάνης καὶ τοῦ διασπασμοῦ βουλόμενος ἐκέλευσε σημαίνειν κατάζευξιν.