Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οὕτω δὴ τραπόμενος ταύτην ἦγε νυκτός, ὕδωρ ἐπιφέρεσθαι κελεύσας. ἀγγείων δὲ ἦν ἀπορία τοῖς πολλοῖς· διὸ καὶ τὰ κράνη πιμπλάντες ὕδατος ἐκόμιζον, οἱ δὲ διφθέραις ὑπολαμβάνοντες. ἤδη δὲ προχωρῶν ἀγγέλλεται τοῖς Πάρθοις καὶ παρὰ τὸ εἰωθὸς ἔτι νυκτὸς ἐδίωκον. ἡλίου δὲ ἀνίσχοντος ἥπτοντο τῶν ἐσχάτων ἀγρυπνίᾳ καὶ πόνῳ κακῶς διακειμένων· τεσσαράκοντα γὰρ καὶ διακοσίους ἐν τῇ νυκτὶ σταδίους κατηνύκεισαν· καὶ τὸ μὴ προσδοκῶσιν οὕτω ταχέως ἐπελθεῖν τοὺς πολεμίους ἀθυμίαν παρεῖχε.

καὶ τὸ δίψος ἐπέτεινεν ὁ ἀγών· ἀμυνόμενοι γὰρ ἅμα προῆγον. οἱ δὲ πρῶτοι βαδίζοντες ἐντυγχάνουσι ποταμῷ ψυχρὸν μὲν ἔχοντι καὶ διαυγές, ἁλμυρὸν δὲ καὶ φαρμακῶδες ὕδωρ, ὃ ποθὲν εὐθὺς ὀδύνας ἑλκομένης τῆς κοιλίας καὶ τοῦ δίψους ἀναφλεγομένου παρ χε. καὶ ταῦτα τοῦ Μάρδου προλέγοντος οὐδὲν ἧττον ἐκβιαζόμενοι τοὺς ἀνείργοντας ἔπινον.

Ἀντώνιος δὲ περιϊὼν ἐδεῖτο βραχὺν ἐγκαρτερῆσαι χρόνον· ἕτερον γὰρ οὐ πόρρω ποταμὸν εἶναι πότιμον, εἶτα τὴν λοιπὴν ἄφιππον καὶ τραχεῖαν, ὥστε παντάπασιν ἀποστρέψασθαι τοὺς πολεμίους. ἅμα δὲ καὶ τοὺς μαχομένους ἀνεκαλεῖτο καὶ κατάζευξιν ἐσήμαινεν, ὡς σκιᾶς γοῦν μεταλάβοιεν οἱ στρατιῶται.

248

Πηγνυμένων οὖν τῶν σκηνῶν, καὶ τῶν Πάρθων εὐθύς, ὥσπερ εἰώθεισαν, ἀπαλλαττομένων, ἧκεν αὖθις ὁ Μιθριδάτης, καὶ τοῦ Ἀλεξάνδρου προσελθόντος παρῄνει μικρὸν ἡσυχάσαντα τὸν στρατὸν ἀνιστάναι καὶ σπεύδειν ἐπὶ τὸν ποταμόν, ὡς οὐ διαβησομένων Πάρθων, ἄχρι δὲ ἐκείνου διωξόντων. ταῦτα ἀπαγγείλας πρὸς Ἀντώνιον Ἀλέξανδρος ἐκφέρει παρʼ αὐτοῦ χρυσᾶ ποτήρια πάμπολλα καὶ φιάλας, ὧν ἐκεῖνος, ὅσα τῇ ἐσθῆτι κατακρύψαι δυνατὸς ἦν, λαβὼν ἀπήλαυνεν.