Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καὶ λιμὸς ἥπτετο τοῦ στρατοῦ σῖτόν τε βραχὺν καὶ διὰ μάχης ποριζομένου καὶ τῶν πρὸς ἄλετον σκευῶν οὐκ εὐποροῦντος. τὰ γὰρ πολλὰ κατελείπετο, τῶν μὲν ἀποθνησκόντων ὑποζυγίων, τῶν δὲ τοὺς νοσοῦντας καὶ τραυματίας φερόντων.

242
λέγεται δὲ χοῖνιξ Ἀττικὴ πυρῶν πεντήκοντα δραχμῶν ὤνιος γενέσθαι· τοὺς δὲ κριθίνους ἄρτους πρὸς ἀργύριον ἱστάντες ἀπεδίδοντο.

τραπόμενοι δὲ πρὸς λάχανα καὶ ῥίζας ὀλίγοις μὲν ἐνετύγχανον τῶν συνήθων, ἀναγκαζόμενοι δὲ πειρᾶσθαι καὶ τῶν ἀγεύστων πρότερον ἥψαντό τινος πόας ἐπὶ θάνατον διὰ μανίας ἀγούσης. ὁ γὰρ φαγὼν οὐδὲν ἐμέμνητο τῶν ἄλλων οὐδὲ ἐγίνωσκεν, ἓν δʼ ἔργον εἶχε, κινεῖν καὶ στρέφειν πάντα λίθον, ὥς τι μεγάλης σπουδῆς ἄξιον διαπραττόμενος.

ἦν δὲ μεστὸν τὸ πεδίον κεκυφότων χαμᾶζε καὶ τοὺς λίθους περιορυττόντων καὶ μεθιστάντων· τέλος δὲ χολὴν ἐμοῦντες ἔθνησκον, ἐπεὶ καὶ τὸ μόνον ἀντιπαθές, οἶνος, ἐξέλιπε. φθειρομένων δὲ πολλῶν καὶ τῶν Πάρθων οὐκ ἀφισταμένων πολλάκις ἀναφθέγξασθαι τὸν Ἀντώνιον ἱστοροῦσιν, ὦ μύριοι, θαυμάζοντα τοὺς μετὰ Ξενοφῶντος, ὅτι καὶ πλείονα καταβαίνοντες ὁδὸν ἐκ τῆς Βαβυλωνίας καὶ πολλαπλασίοις μαχόμενοι πολεμίοις ἀπεσώθησαν.