Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τῇ δὲ ὑστεραίᾳ φραξάμενοι βέλτιον προῆγον· καὶ τοῖς Πάρθοις ἐπιχειροῦσι πολὺς ἀπήντα παράλογος. οἰόμενοι γὰρ ἐφʼ ἁρπαγὴν καὶ λεηλασίαν, οὐ μάχην, ἐλαύνειν, εἶτα πολλοῖς βέλεσιν ἐντυγχάνοντες, ἐρρωμένους δὲ καὶ νεαλεῖς ταῖς προθυμίαις ὁρῶντες, αὖθις ἐξέκαμνον.

ἐπεὶ δὲ καταβαίνουσιν αὐτοῖς ἀπὸ λόφων τινῶν ἐπικλινῶν ἐπέθεντο καὶ βραδέως ὑπεξάγοντας ἔβαλλον, ἐπιστρέψαντες οἱ θυρεοφόροι συνέκλεισαν εἴσω τῶν ὅπλων τοὺς ψιλούς, αὐτοὶ δὲ καθέντες εἰς γόνυ προὐβάλοντο τοὺς θυρεούς· οἱ δὲ ὄπισθεν ὑπερέσχον αὐτῶν τὰ ὅπλα κἀκείνων ὁμοίως ἕτεροι. τὸ δὲ σχῆμα παραπλήσιον ἐρέψει γινόμενον ὄψιν τε θεατρικὴν παρέχει, καὶ τῶν προβλημάτων στεγανώτατόν ἐστι πρὸς τοὺς ὀϊστοὺς ἀπολισθαίνοντας.

οἱ μέντοι Πάρθοι τὴν εἰς γόνυ κλίσιν τῶν Ῥωμαίων ἀπαγόρευσιν ἡγούμενοι καὶ κάματον εἶναι, τὰ μὲν τόξα κατέθεντο, τοὺς δὲ κοντοὺς διαλαβόντες ἐγγὺς προσέμιξαν. οἱ δὲ Ῥωμαῖοι συναλαλάξαντες ἐξαίφνης ἀνέθορον, καὶ τοῖς ὑσσοῖς παίοντες ἐκ χειρὸς ἔκτεινάν τε τοὺς πρώτους καὶ τροπὴν ἔθεντο τῶν ἄλλων ἁπάντων. ἐγίνετο δὲ ταῦτα καὶ ταῖς ἄλλαις ἡμέραις ἐπὶ μικρὸν ἀνυόντων τῆς ὁδοῦ.