Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὅθεν οὐχ ἕν, ἀλλὰ πολλά, φάναι, δεῖπνα συντέτακται· δυσστόχαστος γὰρ ὁ καιρός. ταῦτα οὖν ὁ Φιλώτας ἔλεγε, καὶ χρόνου προϊόντος ἐν τοῖς θεραπεύουσι γενέσθαι τὸν πρεσβύτατον τῶν Ἀντωνίου παίδων, ὃν ἐκ Φουλβίας εἶχε, καὶ συνδειπνεῖν παρʼ αὐτῷ μετὰ τῶν ἄλλων ἑταίρων ἐπιεικῶς, ὁπότε μὴ δειπνοίη μετὰ τοῦ πατρός.

ἰατρὸν οὖν ποτε θρασυνόμενον καὶ πράγματα πολλὰ παρέχοντα δειπνοῦσιν αὐτοῖς ἐπιστομίσαι τοιούτῳ σοφίσματι· τῷ πως πυρεττοντι δοτέον ψυχρόν· πᾶς δὲ ὁ πυρέττων πως πυρέττει· παντὶ ἄρα πυρέττοντι δοτέον ψυχρόν. πληγέντος δὲ τοῦ ἀνθρώπου καὶ σιωπήσαντος,

200
ἡσθέντα τὸν παῖδα γελάσαι καὶ εἰπεῖν, ταῦτα, ὦ Φιλώτα, χαρίζομαι πάντα σοι, δείξαντα πολλῶν τινων καὶ μεγάλων ἐκπωμάτων μεστὴν τράπεζαν.

αὐτοῦ δὲ τὴν μὲν προθυμίαν ἀποδεξαμένου, πόρρω δʼ ὄντος τοῦ νομίζειν ἐξουσίαν εἶναι παιδὶ τηλικούτῳ δωρεῖσθαι τοσαῦτα, μετὰ μικρὸν ἁψάμενόν τινα τῶν παίδων ἐν ἀγγείῳ τὰ ἐκπώματα προσφέρειν καὶ σημήνασθαι κελεύειν. ἀφοσιουμένου δὲ αὐτοῦ καὶ δεδοικότος λαβεῖν, τί, ὦ πόνηρε, φάναι τὸν ἄνθρωπον, ὀκνεῖς; οὐκ οἶδας ὡς ὁ διδοὺς Ἀντωνίου παῖς ἐστιν, ᾧ τοσαῦτα πάρεστι χρυσᾶ χαρίσασθαι;

ἐμοὶ μέντοι πειθόμενος πάντα διάμειψαι πρὸς ἀργύριον ἡμῖν· ἴσως γὰρ ἂν καὶ ποθήσειεν ὁ πατὴρ ἔνια τῶν παλαιῶν ὄντα καὶ σπουδαζομένων κατὰ τὴν τέχνην ἔργων. ταῦτα μὲν οὖν ἡμῖν ἔλεγεν ὁ πάππος ἑκάστοτε διηγεῖσθαι τὸν Φιλώταν.