Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

πολλῶν δὲ λέγεται καὶ ἄλλων ἐκμαθεῖν γλώττας, τῶν πρὸ αὐτῆς βασιλέων οὐδὲ τὴν Αἰγυπτίαν ἀνασχομένων παραλαβεῖν διάλεκτον, ἐνίων δὲ καὶ τὸ μακεδονίζειν ἐκλιπόντων.

οὕτω δʼ οὖν τὸν Ἀντώνιον ἥρπασεν ὥστε, πολεμούσης μὲν ἐν Ῥώμῃ Καίσαρι Φουλβίας τῆς γυναικὸς ὑπὲρ τῶν ἐκείνου πραγμάτων, αἰωρουμένης δὲ Παρθικῆς στρατιᾶς περὶ τὴν Μεσοποταμίαν, ἧς Λαβιηνὸν οἱ βασιλέως στρατηγοὶ Παρθικὸν ἀναγορεύσαντες αὐτοκράτορα Συρίας ἐπιβατεύσειν ἔμελλον, οἴχεσθαι φερόμενον ὑπʼ αὐτῆς εἰς Ἀλεξάνδρειαν, ἐκεῖ δὲ μειρακίου σχολὴν ἄγοντος διατριβαῖς καὶ παιδιαῖς χρώμενον ἀναλίσκειν καὶ καθηδυπαθεῖν τὸ πολυτελέστατον, ὡς Ἀντιφῶν εἶπεν, ἀνάλωμα, τὸν χρόνον.

ἦν γάρ τις αὐτοῖς σύνοδος ἀμιμητοβίων λεγομένη· καὶ καθʼ ἡμέραν εἱστίων ἀλλήλους, ἄπιστόν τινα ποιούμενοι τῶν ἀναλισκομένων ἀμετρίαν. διηγεῖτο

198
γοῦν ἡμῶν τῷ πάππῳ Λαμπρίᾳ Φιλώτας ὁ Ἀμφισσεὺς ἰατρὸς εἶναι μὲν ἐν Ἀλεξανδρείᾳ τότε, μανθάνων τὴν τέχνην, γενόμενος δέ τινι τῶν βασιλικῶν ὀψοποιῶν συνήθης ἀναπεισθῆναι νέος ὢν ὑπʼ αὐτοῦ τὴν πολυτέλειαν καὶ τὴν παρασκευὴν τοῦ δείπνου θεάσασθαι.

παρεισαχθεὶς οὖν εἰς τοὐπτανεῖον, ὡς τά τε ἄλλα πάμπολλα ἑώρα καὶ σῦς ἀγρίους ὀπτωμένους ὀκτώ, θαυμάσαι τὸ πλῆθος τῶν δειπνούντων. τὸν δὲ ὀψοποιὸν γελάσαι καὶ εἰπεῖν ὅτι πολλοὶ μὲν οὐκ εἰσὶν οἱ δειπνοῦντες, ἀλλὰ περὶ δώδεκα· δεῖ δʼ ἀκμὴν ἔχειν τῶν παρατιθεμένων ἕκαστον, ἣν ἀκαρὲς ὥρας μαραίνει. καὶ γὰρ αὐτίκα γένοιτʼ ἂν Ἀντώνιον δείπνου δεηθῆναι καὶ μετὰ μικρόν, ἂν δὲ οὕτω τύχῃ, παραγαγεῖν αἰτήσαντα ποτήριον ἢ λόγου τινὸς ἐμπεσόντος.