Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τοῦ δὲ παιδαρίου καθʼ ἑτέραν πρόφασιν ἐκποδὼν γενομένου, τὸν μὲν σκύφον ἔδωκε τῷ φίλῳ χρῆσθαι κελεύσας, ζητήσεως δὲ πολλῆς ἐν τοῖς οἰκέταις οὔσης ὁρῶν χαλεπαίνουσαν τὴν γυναῖκα καὶ βουλομένην καθʼ ἕκαστον ἐξετάζειν ὡμολόγησε, συγγνώμην ἔχειν δεηθείς.

ἦν δὲ αὐτῷ γυνὴ Ἰουλία τοῦ Καισάρων οἴκου, ταῖς ἀρίσταις τότε καὶ σωφρονεστάταις ἐνάμιλλος. ὑπὸ ταύτης ὁ υἱὸς Ἀντώνιος ἐτράφη μετὰ τὴν τοῦ πατρὸς τελευτὴν Κορνηλίῳ Λέντλῳ

140
γαμηθείσης, ὃν Κικέρων ἀπέκτεινε τῶν Κατιλίνα συνωμοτῶν γενόμενον. αὕτη δοκεῖ τῆς σφοδρᾶς ἔχθρας Ἀντωνίῳ πρὸς Κικέρωνα πρόφασις καὶ ἀρχὴ γενέσθαι.