Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Ἀντωνίου πάππος μὲν ἦν ὁ ῥήτωρ Ἀντώνιος, ὃν τῆς Σύλλα γενόμενον στάσεως Μάριος ἀπέκτεινε, πατὴρ δὲ ὁ Κρητικὸς ἐπικληθεὶς Ἀντώνιος, οὐχ οὕτω μὲν εὐδόκιμος ἐν τοῖς πολιτικοῖς ἀνὴρ οὐδὲ λαμπρός, εὐγνώμων δὲ καὶ χρηστός, ἄλλως τε καὶ πρὸς τὰς μεταδόσεις ἐλευθέριος, ὡς ἀφʼ ἑνὸς ἄν τις ἔργου καταμάθοι.

κεκτημένος γὰρ οὐ πολλὰ καὶ διὰ τοῦτο τῇ φιλανθρωπίᾳ χρῆσθαι κωλυόμενος ὑπὸ τῆς γυναικός, ἐπεί τις ἀφίκετο τῶν συνήθων πρὸς αὐτὸν ἀργυρίου δεόμενος, ἀργύριον μὲν οὐκ εἶχε, παιδαρίῳ δὲ προσέταξεν εἰς ἀργυροῦν σκύφον ὕδωρ ἐμβαλόντι κομίσαι· καὶ κομίσαντος, ὡς ξύρεσθαι μέλλων κατέβρεχε τὰ γένεια.