Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὁ δὲ Δημήτριος ἐν τῇ τοιαύτῃ τύχῃ γεγονὼς ἐπέστειλε τοῖς περὶ τὸν υἱὸν καὶ τοῖς περὶ Ἀθήνας καὶ Κόρινθον ἡγεμόσι καὶ φίλοις[*](τοῖς φίλοις Sintenis, with the best MSS. and Stephanus; Coraës and Bekker retain πρὸς φίλους. ) μήτε γράμμασιν αὐτοῦ μήτε σφραγῖδι πιστεύειν, ἀλλʼ ὥσπερ τεθνηκότος Ἀντιγόνῳ τὰς πόλεις καὶ τὰ λοιπὰ πράγματα διαφυλάττειν.

Ἀντίγονος δὲ τὴν τοῦ πατρὸς σύλληψιν πυθόμενος καὶ βαρέως

130
ἐνεγκὼν καὶ πενθίμην ἀναλαβὼν ἐσθῆτα πρός τε τοὺς ἄλλους βασιλεῖς ἔγραψε καὶ πρὸς αὐτὸν Σέλευκον, δεόμενος, καὶ πᾶν ὅ τι λοιπὸν ἦν αὐτοῖς παραδιδούς, καὶ πρὸ παντὸς ὁμηρεύειν ἕτοιμος ὢν αὐτὸς ὑπὲρ τοῦ πατρός. καὶ συνεδέοντο ταῦτα πόλεις τε πολλαὶ καὶ δυνάσται πλὴν Λυσιμάχου.

Λυσίμαχος δὲ καὶ χρήματα πολλὰ πέμπων ὑπισχνεῖτο Σελεύκῳ κτείναντι Δημήτριον. ὁ δὲ ἐκεῖνον μὲν καὶ ἄλλως προβαλλόμενος ἔτι μᾶλλον ἐπὶ τούτῳ μιαρὸν ἡγεῖτο καὶ βάρβαρον, Ἀντιόχῳ δὲ τῷ παιδὶ καὶ Στρατονίκῃ φυλάττων Δημήτριον, ὡς ἐκείνων ἡ χάρις γένοιτο, παρῆγε τὸν χρόνον.