Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἄρτι δὴ τοῦ Ἀπολλωνίδου πρὸς τὸν Δημήτριον ἀφιγμένου περιχαροῦς, καὶ τῶν ἄλλων

128
ἐπερχομένων καὶ λόγους θαυμαστοὺς ἀπαγγελλόντων περὶ τοῦ Σελεύκου, καὶ τοῦ Δημητρίου μετὰ τηλικαύτην δυστυχίαν καὶ κακοπραγίαν, εἰ καὶ πρότερον ἐδόκει τὴν παράδοσιν τοῦ σώματος αἰσχρὰν πεποιῆσθαι, τότε μετεγνωκότος διὰ τὸ θαρρεῖν καὶ πιστεύειν ταῖς ἐλπίσιν, ἦλθε Παυσανίας ἔχων στρατιώτας ὁμοῦ πεζοὺς καὶ ἱππεῖς περὶ χιλίους.

καὶ τούτοις περισχὼν τὸν Δημήτριον ἄφνω, τοὺς δὲ ἄλλους ἀποστήσας, Σελεύκῳ μὲν αὐτὸν εἰς ὄψιν οὐ κατέστησεν, εἰς δὲ Χερρόνησον τὴν Συριακὴν ἀπήγαγεν, ὅπου τὸ λοιπὸν ἰσχυρᾶς φυλακῆς ἐπισταθείσης θεραπεία μὲν ἧκεν ἱκανὴ παρὰ Σελεύκου καὶ χρήματα καὶ δίαιτα παρεσκευάζετο καθʼ ἡμέραν οὐ μεμπτή, δρόμοι δὲ καὶ περίπατοι βασιλικοὶ καὶ παράδεισοι θήρας ἔχοντες ἀπεδείχθησαν·

ἦν δὲ καὶ τῶν φίλων τῶν συμφυγόντων τῷ βουλομένῳ συνεῖναι, καὶ παρʼ αὐτὸν[*](παρʼ αυτὸν Coraës and Bekker, with the MSS.; Sintenis corrects to παρʼ αὐτοῦ and deletes ἀπὸ τοῦ Σελεύκου. ) τινες ὅμως ἐπιφοιτῶντες ἀπὸ τοῦ Σελεύκου ἧκον κομίζοντες ἐπιεικεῖς λόγους καὶ θαρρεῖν παρακαλοῦντες, ὡς, ὅταν πρῶτον Ἀντίοχος ἀφίκηται σὺν Στρατονίκῃ, διεθησόμενον.