Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὕτω δὲ συντάξας ἑαυτόν ἐπολιτεύετο μὲν ἀεὶ πρὸς εἰρήνην καὶ ἡσυχίαν, ἐστρατήγησε δὲ πλείστας οὐ μόνον τῶν καθʼ ἑαυτόν, ἀλλὰ καὶ τῶν πρὸ αὐτοῦ στρατηγίας, οὐ παραγγέλλων οὐδὲ μετιών, ἀλλʼ οὐδὲ φεύγων οὐδὲ ἀποδιδράσκων τῆς πόλεως καλούσης, ὁμολογεῖται γὰρ ὅτι πέντε καὶ τεσσαράκοντα στρατηγίας ἔλαβεν οὐδʼ ἅπαξ ἀρχαιρεσίοις παρατυχών, ἀλλʼ ἀπόντα μεταπεμπομένων αὐτὸν ἀεὶ καὶ χειροτονούντων,

ὥστε θαυμάζειν τοὺς οὐκ εὖ φρονοῦντας τὸν δῆμον ὅτι, πλεῖστα τοῦ Φωκίωνος ἀντικρούοντος αὐτῷ καὶ μηδὲν εἰπόντος πώποτε μηδὲ πράξαντος πρὸς χάριν, ὥσπερ ἀξιοῦσι τοὺς βασιλεῖς τοῖς κόλαξι

p.162
χρῆσθαι μετὰ τὸ κατὰ χειρὸς ὕδωρ, ἐχρῆτο οὗτος τοῖς μὲν κομψοτέροις; καὶ ἱλαροῖς ἐν παιδιᾶς μέρει δημαγωγοῖς, ἐπὶ δὲ τὰς ἀρχὰς ἀεὶ νήφων καὶ σπουδάζων τὸν αὐστηρότατον καὶ φρονιμώτατον ἐκάλει τῶν πολιτῶν καὶ μόνον ἢ μᾶλλον ταῖς βουλήσεσιν αὐτοῦ καὶ ὁρμαῖς ἀντιτασσόμενον.

χρησμοῦ μὲν γὰρ ἐκ Δελφῶν ἀναγνωσθέντος ὅτι, τῶν ἄλλων Ἀθηναίων ὁμοφρονούντων, εἷς ἀνὴρ ἐναντία φρονοίη τῇ πόλει, παρελθὼν ὁ Φωκίων ἀμελεῖν ἐκέλευσεν, ὡς αὐτὸς ὢν ὁ ζητούμενος· μόνῳ γὰρ αὐτῷ μηδὲν ἀρέσκειν τῶν πραττομένων. ἐπεὶ δὲ λέγων ποτὲ γνώμην πρὸς τὸν δῆμον εὐδοκίμει καὶ πάντας ὁμαλῶς ἑώρα τὸν λόγον ἀποδεχομένους, ἐπιστραφεὶς πρὸς τοὺς φίλους εἶπεν· οὐ δή πού τι κακὸν λέγων ἐμαυτὸν λέληθα;