Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐκ τούτου λέγεται πέμποντος αὐτὸν ἐπὶ τὰς νησιωτικὰς συντάξεις τοῦ Χαβρίου καὶ ναῦς εἴκοσι διδόντος εἰπεῖν, εἰ μὲν ὡς πολεμήσων πέμποιτο, μείζονος δεῖν δυνάμεως, εἰ δὲ ὡς πρὸς συμμάχους, ἀρκεῖν ναῦν μίαν καὶ πλεύσαντα τῇ αὐτοῦ τριήρει καὶ διαλεχθέντα ταῖς πόλεσι καὶ συγγενόμενον τοῖς ἄρχουσιν ἐπιεικῶς καὶ ἀφελῶς καταπλεῦσαι μετὰ πολλῶν νεῶν, ἃς ἀπέστειλαν οἱ σύμμαχοι τὰ χρήματα τοῖς Ἀθηναίοις κομιζούσας.

οὐ μόνον δὲ ζῶντα τὸν Χαβρίαν θεραπεύων διετέλει καὶ τιμῶν, ἀλλὰ καὶ τελευτήσαντος αὐτοῦ τῶν προσηκόντων καλῶς ἐπεμελεῖτο, καὶ τὸν παῖδα Κτήσιππον ἐβούλετο μὲν ἄνδρα ποιεῖν ἀγαθόν, ἔμπληκτον δὲ ὁρῶν καὶ ἀνάγωγον ὅμως οὐκ ἀπεῖπεν ἐπανορθούμενος καὶ ἀποκρύπτων τὰ αἴσχη. πλὴν ἅπαξ λέγεται, παρενοχλοῦντος ἐν στρατείᾳ τινὶ τοῦ νεανίσκου καὶ κόπτοντος αὐτὸν ἐρωτήμασιν ἀκαίροις καὶ συμβουλίαις οἷον ἐπανορθουμένου καὶ παραστρατηγοῦντος, εἰπεῖν· ὦ Χαβρία, Χαβρία, μεγάλην γέ σοι χάριν ἐκτίνω τῆς φιλίας ὑπομένων σου τὸν υἱόν.

p.160

ὁρῶν δὲ τοὺς τὰ κοινὰ πράσσοντας τότε διῃρημένους ὥσπερ ἀπὸ κλήρου τὸ στρατήγιον καὶ τὸ βῆμα, καὶ τοὺς μὲν λέγοντας ἐν τῷ δήμῳ καὶ γράφοντας μόνον, ὧν Εὔβουλος ἦν καὶ Ἀριστοφῶν καὶ Δημοσθένης καὶ Λυκοῦργος καὶ Ὑπερείδης, Διοπείθην δὲ καὶ Μενεσθέα καὶ Λεωσθένην καὶ Χάρητα τῷ στρατηγεῖν καὶ πολεμεῖν αὔξοντας ἑαυτούς, ἐβούλετο τὴν Περικλέους καὶ Ἀριστείδου καὶ Σόλωνος πολιτείαν ὥσπερ ὁλόκληρον καὶ διηρμοσμένην ἐν ἀμφοῖν ἀναλαβεῖν καὶ ἀποδοῦναι. καὶ γὰρ τῶν ἀνδρῶν ἐκείνων ἕκαστος

paris.1624.745
ἐφαίνετο κατὰ τὸν Ἀρχίλοχον,[*](Bergk, Poet. Lyr. Graeci, ii.4, p. 383 (εἰμὶ δʼ ἐγὼ θεράπων ἐρατόν).)
  1. ἀμφότερον, θεράπων μὲν Ἐνυαλίοιο θεοῖο,
  2. καὶ Μουσέων ἐρατᾶν δῶρον ἐπιστάμενος·
καὶ τὴν θεὸν ἑώρα πολεμικήν τε ἅμα καὶ πολιτικὴν οὖσαν καὶ προσαγορευομένην.