Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐρομένου δέ τινος τῶν φίλων εἴ τι πρὸς Φῶκον λέγει τὸν υἱόν, πάνυ

p.230
μὲν οὖν, ἔφη· λέγω μὴ μνησικακεῖν Ἀθηναίοις. τοῦ δὲ Νικοκλέους, ὃς ἦν αὐτῷ πιστότατος τῶν φίλων, παρακαλοῦντος ὅπως αὐτὸν ἐάσῃ τὸ φάρμακον πιεῖν πρότερον, βαρὺ μέν, εἶπεν, ὦ Νικόκλεις, ἐμοὶ τὸ αἴτημα καὶ λυπηρόν, ἐπεὶ δὲ οὐδὲ ἄλλο οὐδέποτέ σοι παρὰ τὸν βίον οὐδὲν ἠχαρίστησα, καὶ τοῦτο συγχωρῶ.

πεπωκότων δὲ ἤδη πάντων τὸ φάρμακον ἐπέλιπε, καὶ ὁ δημόσιος οὐκ ἔφη τρίψειν ἕτερον, εἰ μὴ λάβοι δώδεκα δραχμάς, ὅσου τὴν ὁλκὴν ὠνεῖται. χρόνου δὲ γενομένου καὶ διατριβῆς ὁ Φωκίων καλέσας τινὰ τῶν φίλων, καὶ εἰπών εἰ μηδὲ ἀποθανεῖν Ἀθήνησι δωρεὰν ἔστιν, ἐκέλευσε τῷ ἀνθρώπῳ δοῦναι τὸ κερμάτιον.