Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὡς οὖν διαλύσαντες τὴν ἐκκλησίαν ἦγον εἷς τὸ δεσμωτήριον τοὺς ἄνδρας, οἱ μὲν ἄλλοι, περιπλεκομένων τῶν φίλων αὐτοῖς καὶ οἰκείων, ὀδυρόμενοι καὶ καταθρηνοῦντες ἐβάδιζον, τὸ δὲ Φωκίωνος πρόσωπον οἷον ὅτε στρατηγῶν ἀπʼ ἐκκλησίας προὐπέμπετο βλέποντες, ἐθαύμαζον τὴν ἀπάθειαν καὶ μεγαλοψυχίαν τοῦ ἀνδρός.

οἱ δὲ ἐχθροὶ κακῶς ἔλεγον παρατρέχοντες εἷς δὲ καὶ προσέπτυσεν ἐξεναντίας προσελθών. ὅτε καὶ τὸν Φωκίωνα λέγεται βλέψαντα πρὸς τοὺς ἄρχοντας εἰπεῖν οὐ παύσει τις ἀσχημονοῦντα τοῦτον; ἐπεὶ δὲ Θούδιππος ἐν τῷ δεσμωτηρίῳ γενόμενος καὶ τὸ κώνειον ὁρῶν τριβόμενον ἠγανάκτει καὶ κατέκλαιε τὴν συμφοράν, ὡς οὐ προσηκόντως τῷ Φωκίωνι συναπολλύμενος, εἶτα οὐκ ἀγαπᾷς, εἶπεν, ὅτι μετὰ Φωκίωνος ἀποθνῄσκεις;