Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὑποκινουμένων δὲ πρὸς ταῦτα τῶν Ἀθηναίων, βουλόμενος ἐντυχεῖν αὐτοῖς ὁ Νικάνωρ, ἐν Πειραιεῖ βουλῆς γενομένης, παρῆλθε, τῷ Φωκίωνι ἐμπιστεύσας τὸ σῶμα. Δερκύλλου δὲ τοῦ ἐπὶ τῆς χώρας στρατηγοῦ συλλαβεῖν αὐτὸν ἐπιχειρήσαντος, ἐκεῖνος μὲν προαισθόμενος ἐξεπήδησε, καὶ φανερὸς ἦν εὐθὺς ἀμυνούμενος τὴν πόλιν, ὁ δὲ Φωκίων ἐπὶ τῷ προέσθαι τὸν ἄνδρα καὶ μὴ κατασχεῖν ἐγκαλούμενος ἔφη πιστεύειν μὲν τῷ Νικάνορι καὶ μηδὲν ἀπʼ αὐτοῦ προσδοκᾶν δεινόν εἰ δὲ μή, μᾶλλον ἐθέλειν ἀδικούμενος ἢ ἀδικῶν φανερὸς γενέσθαι.

τοῦτο δὲ ὑπὲρ αὐτοῦ μὲν ἄν τινι σκοποῦντι δοκοίη καλοκαγαθικῶς λελέχθαι καὶ γενναίως· ὁ δὲ εἰς πατρίδος ἀποκινδυνεύων σωτηρίαν, καὶ ταῦτα στρατηγὸς καὶ ἄρχων, οὐκ οἶδα μὴ μεῖζόν τι παραβαίνει καὶ πρεσβύτερον τὸ πρὸς τοὺς πολίτας δίκαιον, οὐδὲ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι φοβούμενος μὲν εἰς πόλεμον ἐμβαλεῖν τὴν πόλιν ὁ Φωκίων ἀπέσχετο τοῦ Νι. κάνορος, ἄλλως δὲ προὐβάλλετο τὴν πίστιν καὶ τὸ δίκαιον, ὅπως αἰδούμενος ἐκεῖνος ἡσυχίαν ἄγῃ καὶ μηδὲν ἀδικῇ τοὺς Ἀθηναίους·