Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἐν τούτῳ δὲ καὶ Πολυσπέρχων, τὴν τοῦ βασιλέως ἐπιμέλειαν ἔχων ὑφʼ ἑαυτῷ καὶ καταπολιτευόμενος τὸν Κάσανδρον, ἔπεμψεν ἐπιστολὴν τοῖς ἐν ἄστει γεγραμμένην, ὡς τοῦ βασιλέως ἀποδιδόντος αὐτοῖς τὴν δημοκρατίαν καὶ πολιτεύεσθαι κατὰ τὰ πάτρια πάντας Ἀθηναίους κελεύοντος.

ἦν δὲ τοῦτο κατὰ τοῦ Φωκίωνος ἐπιβουλή, συσκευαζόμενος γὰρ εἰς ἑαυτόν, ὡς μικρὸν ὕστερον ἔδειξε τοῖς ἔργοις, ὁ Πολυσπέρχων τὴν πόλιν, οὐδὲν ἤλπιζε περαίνειν μὴ τοῦ Φωκίωνος ἐκπεσόντος· ἐκπεσεῖσθαι δὲ ἐκεῖνον

p.218
ἅμα τῶν ἀπεψηφισμένων ἐπιχυθέντων τῇ πολιτείᾳ καὶ πάλιν τὸ βῆμα δημαγωγῶν κατασχόντων καὶ συκοφαντῶν.