Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Φωκίων τοίνυν ἔχθρᾳ μὲν οὐδένα τῶν πολιτῶν κακῶς ἐποίησεν, οὐδὲ ἐνόμιζεν ἐχθρόν ἀλλʼ ὅσον ἔδει μόνον τῶν ἐνισταμένων οἷς ἔπραττεν ὑπὲρ τῆς πατρίδος κατεξαναστῆναι τραχὺς ὢν καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος, εἰς τὸν ἄλλον βίον εὐμενῆ πᾶσι καὶ κοινὸν καὶ φιλάνθρωπον ἑαυτὸν παρεῖχεν, ὥστε καὶ πταίσασι βοηθεῖν καὶ κινδυνεύουσι συνεξετάζεσθαι τοῖς διαφόροις.

ἐγκαλούντων δὲ τῶν φίλων ὅτι πονηρῷ τινι κρινομένῳ συνεῖπε, τοὺς χρηστοὺς ἔφη μὴ δεῖσθαι βοηθείας. Ἀριστογείτονος δὲ τοῦ συκοφάντου μετὰ τὴν καταδίκην πέμψαντος καὶ δεηθέντος ἐλθεῖν πρὸς αὐτόν, ὑπακούσας ἐβάδιζεν εἰς τὸ δεσμωτήριον· οὐκ ἐώντων δὲ τῶν φίλων, ἐάσατε, εἶπεν, ὦ μακάριοι· ποῦ γὰρ ἄν τις ἥδιον Ἀριστογείτονι συμβάλοι;

καὶ μὴν οἵ γε σύμμαχοι καὶ οἱ νησιῶται τοὺς Ἀθήνηθεν ἀποστόλους ἑτέρου μὲν ἐκπλέοντος στρατηγοῦ πολεμίους νομίζοντες ἐφράγνυντο

p.170
τείχη καὶ λιμένας ἀπεχώννυσαν καὶ κατεκόμιζον ἀπὸ τῆς χώρας εἰς τὰς πόλεις βοσκήματα καὶ ἀνδράποδα καὶ γυναῖκας καὶ παῖδας· εἰ δὲ Φωκίων ἡγοῖτο, πόρρω ναυσὶν ἰδίαις ἀπαντῶντες ἐστεφανωμένοι καὶ χαίροντες ὡς αὑτοὺς κατῆγον.