Phocion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἦν δέ τις Ἀρχιβιάδης ἐπικαλούμενος Λακωνιστής, πώγωνά τε καθειμένος ὑπερφυῆ μεγέθει καὶ τρίβωνα φορῶν ἀεὶ καὶ σκυθρωπάζων τοῦτον ἐν βουλῇ θορυβούμενος ὁ Φωκίων ἐπεκαλεῖτο τῷ λόγῳ μάρτυν ἅμα καὶ βοηθόν, ὡς δὲ ἀναστὰς ἐκεῖνος ἃ πρὸς χάριν ἦν τοῖς Ἀθηναίοις συνεβούλευεν, ἁψάμενος αὐτοῦ τῶν γενείων· ὦ Ἀρχιβιάδη, εἶπε, τί οὖν οὐκ ἀπεκείρω;

Ἀριστογείτονος δὲ τοῦ συκοφάντου πολεμικοῦ μὲν ὄντος ἐν ταῖς ἐκκλησίαις καὶ παροξύνοντος ἐπὶ τὰς πράξεις τὸν δῆμον, ἐν δὲ τῷ καταλόγῳ προσελθόντος ἐπὶ βακτηρίᾳ τὼ σκέλη καταδεδεμένου, πόρρωθεν αὐτὸν ἀπὸ τοῦ βήματος ἰδὼν ὁ Φωκίων ἀνέκραγε· γράφε καὶ Ἀριστογείτονα χωλὸν καὶ πονηρόν. ὥστε θαυμάζειν ὅπως καὶ ὁπόθεν τραχὺς οὕτως ἀνὴρ καὶ σκυθρωπὸς ἐκτήσατο τὴν τοῦ χρηστοῦ προσηγορίαν.

ἔστι δέ, οἶμαι, χαλεπόν, οὐ μὴν ἀδύνατον,

p.168
ὥσπερ οἶνον, καὶ ἄνθρωπον τὸν αὐτὸν ἡδὺν ἅμα καὶ αὐστηρὸν εἶναι· καθάπερ ἕτεροι πάλιν, φαινόμενοι γλυκεῖς, ἀηδέστατοι τοῖς χρωμένοις εἰσὶ καὶ βλαβερώτατοι. καίτοι φασὶν Ὑπερείδην ποτὲ εἰπεῖν πρὸς τὸν δῆμον, ἄνδρες Ἀθηναῖοι, μὴ σκοπεῖτε μόνον εἰ πικρός, ἀλλʼ εἰ προῖκά εἰμι πικρός, ὥσπερ τῇ πλεονεξίᾳ μόνον ἐπαχθεῖς καὶ λυπηροὺς ὄντας, οὐχὶ μᾶλλον, ὅσοι πρὸς ὕβριν καὶ φθόνον ἢ ὀργὴν ἢ φιλονεικίαν τινὰ χρῶνται τῷ δύνασθαι, τούτους δεδιότων καὶ προβαλλομένων τῶν πολλῶν.