Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρήματα λαμβάνειν καί νόμους τινὰς προφέροντος, οὐκ ἔφη τὸν αὐτὸν ὅπλων καί νόμων καιρὸν εἶναι· σὺ δὲ εἰ τοῖς πραττομένοις δυσκολαίνεις, νῦν μὲν ἐκποδὼν ἄπιθι· παρρησίας

p.530
γὰρ οὐ δεῖται πόλεμος ὅταν δὲ κατάθωμαι τὰ ὅπλα συμβάσεων γενομένων, τότε παριὼν δημαγωγήσεις, καὶ ταῦτα ἔφη, λέγω τῶν ἐμαυτοῦ δικαίων ὑφιέμενος ἐμὸς γὰρ εἰ καί σὺ καί πάντες ὅσους εἴληφα τῶν πρὸς ἐμὲ στασιασάντων.