Caesar

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Καίσαρι δὲ βουλομένῳ μὲν εὐθὺς διώκειν ἀπορία νεῶν ἦν εἰς δὲ τήν Ῥώμην ἀνέστρεψε, γεγονὼς ἐν ἡμέραις ἑξήκοντα πάσης ἀναιμωτὶ τῆς Ἰταλίας κύριος.ἐπεὶ δὲ καί τήν πόλιν εὗρε μᾶλλον ἢ προσεδόκα καθεστῶσαν καί τῶν ἀπὸ βουλῆς ἐν αὐτῇ συχνούς, τούτοις μὲν ἐπιεικῆ καί δημοτικὰ διελέχθη, παρακαλῶν αὐτοὺς καί πρὸς Πομπήϊον ἀποστέλλειν ἄνδρας ἐπὶ συμβάσεσι πρεπούσαις· ὑπήκουσε δʼ οὐδείς, εἴτε φοβούμενοι Πομπήϊον ἐγκαταλελειμμένον, εἴτε μὴ νομίζοντες οὕτω Καίσαρα φρονεῖν, ἀλλʼ εὐπρεπείᾳ λόγων χρῆσθαι.