Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὐ μὴν ἀλλὰ τῶν ἄλλων ἀποστάντων τοῦ παραγγέλλειν ὑπατείαν, Λεύκιον Δομέτιον Κάτων ἔπεισε καὶ παρεθάρρυνε μὴ ἀπειπεῖν οὐ γὰρ ὑπὲρ ἀρχῆς, ἀλλʼ ὑπὲρ ἐλευθερίας εἶναι τὸν ἀγῶνα πρὸς τοὺς τυράννους, οἱ δὲ περὶ τὸν Πομπήϊον φοβηθέντες τὸν τόνον τοῦ Κάτωνος, μὴ τὴν βουλὴν ἔχων ἅπασαν ἀποσπάσῃ καὶ μεταβάλῃ τοῦ δήμου τὸ ὑγιαῖνον, οὐκ εἴασαν εἰς ἀγορὰν κατεχθεῖν τὸν Δομέτιον,

ἀλλʼ ἐπιπέμψαντες ἐνόπλους ἄνδρας ἀπέκτειναν μὲν τὸν προηγούμενον λυχνοφόρον, ἐτρέψαντο δὲ τοὺς ἄλλους· ἔσχατος δὲ Κάτων ἀνεχώρησε, τρωθεὶς τὸν δεξιὸν πῆχυν ἀμυνόμενος πρὸ τοῦ Δομετίου. τοιαύτῃ δὲ ὁδῷ παρελθόντες ἐπὶ τὴν ἀρχὴν οὐδὲ τἆλλα κοσμιώτερον ἔπραττον. ἀλλὰ πρῶτον μὲν τὸν Κάτωνα τοῦ δήμου στρατηγὸν αἱρουμένου καὶ τὴν ψῆφον ἐπιφέροντος, Πομπήϊος ἔλυσε τὴν ἐκκλησίαν οἰωνοὺς αἰτιώμενος, ἀντὶ δὲ Κάτωνος Βατίνιον ἀνηγόρευσαν, ἀργυρίῳ τὰς φυλὰς διαφθείραντες.

ἔπειτα νόμους διὰ Τρεβωνίου δημαρχοῦντος εἰσέφερον, Καίσαρι μέν,

paris.1624.647
ὥσπερ ὡμολόγητο, δευτέραν ἐπιμετροῦντας πενταετίαν, Κράσσῳ δὲ Συρίαν καὶ τὴν ἐπὶ Πάρθους στρατείαν διδόντας, αὐτῷ δὲ Πομπηΐῳ Λιβύην ἅπασαν καὶ Ἰβηρίαν ἑκατέραν καὶ τέσσαρα τάγματα στρατιωτῶν, ὧν ἐπέχρησε δύο Καίσαρι δεηθέντι πρὸς τὸν ἐν Γαλατίᾳ πόλεμον.

ἀλλὰ Κράσσος μὲν ἐξῆλθεν εἰς τὴν ἐπαρχίαν

p.252
ἀπαλλαγεὶς τῆς ὑπατείας, Πομπήϊος δὲ τὸ θέατρον ἀναδείξας ἀγῶνας ἦγε γυμνικοὺς καὶ μουσικοὺς ἐπὶ τῇ καθιερώσει, καὶ θηρῶν ἁμίλλας ἐν οἷς πεντακόσιοι λέοντες ἀνῃρέθησαν, ἐπὶ πᾶσι δὲ τὴν ἐλεφαντομαχίαν, ἐκπληκτικώτατον θέαμα, παρέ