Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὥστε ὑπερβαλόντος αὐτοῦ τὰς Ἄλπεις καὶ διαχειμάζοντος ἐν Λούκῃ, τῶν μὲν ἄλλων ἀνδρῶν καὶ γυναικῶν ἁμιλλωμένων καὶ φερομένων πολὺ πλῆθος γενέσθαι, συγκλητικοὺς δὲ διακοσίους, ἐν οἷς καὶ Πομπήϊος ἦν καὶ Κράσσος, ἀνθυπάτων δὲ καὶ στρατηγῶν ἑκατὸν εἴκοσι ῥάβδους ἐπὶ ταῖς Καίσαρος θύραις ὀφθῆναι.

τοὺς μὲν οὖν ἄλλους ἅπαντας ἐμπλήσας ἐλπίδων καὶ χρημάτων ἀπέστελλε, Κράσσῳ δὲ καὶ Πομπηΐῳ πρὸς αὐτὸν ἐγένοντο συνθῆκαι, μετιέναι μὲν ὑπατείας ἐκείνους καὶ Καίσαρα συλλαμβάνειν αὐτοῖς, πέμποντα τῶν στρατιωτῶν συχνοὺς ἐπὶ τὴν ψῆφον, ἐπὰν δὲ αἱρεθῶσι τάχιστα, πράττειν μὲν ἑαυτοῖς ἐπαρχιῶν καὶ στρατοπέδων ἡγεμονίας, Καίσαρι δὲ τὰς οὔσας βεβαιοῦν εἰς ἄλλην πενταετίαν.

ἐπὶ τούτοις ἐξενεχθεῖσιν εἰς τοὺς πολλοὺς χαλεπῶς ἔφερον οἱ πρῶτοι· καὶ Μαρκελλῖνος ἐν τῷ δήμῳ καταστὰς ἀμφοῖν ἐναντίον ἠρώτησεν εἰ μετίασιν ὑπατείαν. καὶ τῶν πολλῶν ἀποκρίνασθαι κελευόντων, πρῶτος Πομπήϊος εἶπεν ὡς τάχα μὲν ἂν μετέλθοι, τάχα δὲ· οὐκ ἂν μετέλθοι· Κράσσος δὲ πολιτικώτερον οὕτω γὰρ ἔφη πράξειν ὁποτέρως ἂν οἴηται τῷ κοινῷ συνοίσειν.

ἐπιφυομένου δὲ

p.250
Πομπηΐῳ Μαρκελλίνου καὶ σφοδρῶς λέγειν δοκοῦντος, ὁ Πομπήϊος ἔφη πάντων ἀδικώτατον εἶναι τὸν Μαρκελλῖνον, ὃς χάριν οὐκ ἔχει λόγιος μὲν ἐξ ἀφώνου διʼ αὐτόν, ἐμετικὸς δὲ ἐκ πεινατικοῦ γενόμενος.