Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οὐ γὰρ τὴν στάσιν οὐδὲ τὴν ἔχθραν, ἀλλὰ τὴν σύστασιν καὶ τὴν ὁμόνοιαν αὐτῶν τῇ πόλει κακὸν πρῶτον γενέσθαι καὶ μέγιστον. ᾑρέθη μὲν γὰρ ὕπατος Καῖσαρ· εὐθὺς δὲ θεραπεύων τὸν ἄπορον καὶ πένητα κατοικίας πόλεων καὶ νομὰς ἀγρῶν ἔγραφεν, ἐκβαίνων τὸ τῆς ἀρχῆς ἀξίωμα καὶ τρόπον τινὰ δημαρχίαν τὴν ὑπατείαν καθιστάς.

ἐναντιουμένου δὲ τοῦ συνάρχοντος αὐτῷ Βύβλου, καὶ Κάτωνος ἐρρωμενέστατα τῷ Βύβλῳ παρεσκευασμένου βοηθεῖν, προαγαγὼν ὁ Καῖσαρ ἐπὶ τοῦ βήματος Πομπήϊον ἐμφανῆ καὶ προσαγορεύσας ἠρώτησεν εἰ τοὺς

p.238
νόμους ἐπαινοίη· τοῦ δὲ συμφήσαντος, οὐκοῦν, εἶπεν, ἄν τις τοὺς νόμους βιάζηται, εἰς τὸν δῆμον ἀφίξῃ βοηθῶν;

πάνυ μὲν οὖν, ἔφη ὁ Πομπήϊος, ἀφίξομαι, πρὸς τοὺς ἀπειλοῦντας τὰ ξίφη μετὰ ξίφους καὶ θυρεὸν κομίζων. τούτου Πομπήϊος οὐδὲν οὔτε εἰπεῖν οὔτε ποιῆσαι μέχρι τῆς ἡμέρας ἐκείνης φορτικώτερον ἔδοξεν, ὥστε καὶ τοὺς φίλους ἀπολογεῖσθαι φάσκοντας ἐκφυγεῖν αὐτὸν ἐπὶ καιροῦ τὸ ῥῆμα. τοῖς μέντοι μετὰ ταῦτα πραττομένοις φανερὸς ἦν ἤδη παντάπασιν ἑαυτὸν τῷ Καίσαρι χρήσασθαι παραδεδωκώς.

Ἰουλίαν γὰρ τὴν Καίσαρος θυγατέρα, Καιπίωνι καθωμολογημένην καὶ γαμεῖσθαι μέλλουσαν ὀλίγων ἡμερῶν, οὐδενὸς ἂν προσδοκήσαντος ἔγημε Πομπήϊος, μείλιγμα Καιπίωνι τῆς ὀργῆς τὴν ἑαυτοῦ θυγατέρα καταινέσας, Φαύστῳ τῷ παιδὶ Σύλλα πρότερον ἐγγεγυημένην. αὐτὸς δὲ Καῖσαρ ἔγημε Καλπουρνίαν τὴν Πείσωνος.