Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐκπίπτων δὲ καὶ περιωθούμενος ὁ Πομπήϊος ἠναγκάζετο δημαρχοῦσι προσφεύγειν καὶ προσαρτᾶσθαι μειρακίοις· ὧν ὁ βδελυρώτατος καὶ θρασύτατος Κλώδιος ἀναλαβὼν αὐτὸν ὑπέρριψε τῷ δήμῳ, καὶ παρʼ ἀξίαν κυλινδούμενον ἐν ἀγορᾷ ἔχων καὶ περιφέρων ἐχρῆτο τῶν πρὸς χάριν ὄχλου καὶ κολακείαν γραφομένων καὶ λεγομένων βεβαιωτῇ,

καὶ προσέτι μισθὸν ᾔτει, ὥσπερ οὐ καταισχύνων, ἀλλὰ εὐεργετῶν, ὃν ὕστερον ἔλαβε παρὰ Πομπηΐου, προέσθαι Κικέρωνα, φίλον ὄντα καὶ πλεῖστα δὴ πεπολιτευμένον ὑπὲρ αὐτοῦ. κινδυνεύοντι γὰρ αὐτῷ καὶ δεομένῳ βοηθείας οὐδὲ εἰς ὄψιν προῆλθεν, ἀλλὰ τοῖς ἥκουσιν ἀποκλείσας τὴν αὔλειον ἑτέραις θύραις ᾤχετο ἀπιών. Κικέρων δὲ φοβηθεὶς τὴν κρίσιν ὑπεξῆλθε τῆς Ῥώμης.

p.236

τότε δὲ Καῖσαρ ἐλθὼν ἀπὸ στρατείας ἥψατο πολιτεύματος ὃ πλείστην μὲν αὐτῷ χάριν ἐν τῷ παρόντι καὶ δύναμιν εἰσαῦθις ἤνεγκε, μέγιστα δὲ Πομπήϊον ἔβλαψε καὶ τὴν πόλιν. ὑπατείαν μὲν γὰρ μετῄει πρώτην ὁρῶν δὲ ὅτι Κράσσου πρὸς Πομπήϊον διαφερομένου θατέρῳ προσθέμενος ἐχθρῷ χρήσεται τῷ ἑτέρῳ, τρέπεται πρὸς διαλλαγὰς ἀμφοῖν, πρᾶγμα καλὸν μὲν ἄλλως καὶ πολιτικόν, αἰτίᾳ δὲ φαύλῃ καὶ μετὰ δεινότητος ὑπʼ ἐκείνου συντεθὲν ἐπιβούλως.

ἡ γὰρ ὥσπερ ἓν σκάφει τὰς ἀποκλίσεις ἐπανισοῦσα τῆς πόλεως ἰσχὺς εἰς ἓν συνελθοῦσα καὶ γενομένη

paris.1624.644
μία τὴν πάντα πράγματα καταστασιάσασαν καὶ καταβαλοῦσαν ἀνανταγώνιστον ῥοπὴν ἐποίησεν. ὁ γοῦν Κάτων τοὺς λέγοντας ὑπὸ τῆς ὕστερον γενομένης πρὸς Καίσαρα Πομπηΐῳ διαφορᾶς ἀνατραπῆναι τὴν πόλιν ἁμαρτάνειν ἔλεγεν αἰτιωμένους τὸ τελευταῖον·