Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

λόγοι δὲ παντοδαποὶ περὶ τοῦ Πομπηΐου προκατέπιπτον εἰς τὴν Ῥώμην, καὶ θόρυβος ἦν πολύς, ὡς εὐθὺς ἄξοντος ἐπὶ τὴν πόλιν τὸ

paris.1624.642
στράτευμα καὶ μοναρχίας βεβαίας ἐσομένης. Κράσσος δὲ τοὺς παῖδας καὶ τὰ χρήματα λαβὼν ὑπεξῆλθεν, εἴτε δείσας ἀληθῶς, εἴτε μᾶλλον, ὡς ἐδόκει, πίστιν ἀπολείπων τῇ διαβολῇ καὶ τὸν φθόνον ποιῶν τραχύτερον.

εὐθὺς οὖν ἐπιβὰς Ἰταλίας ὁ Πομπήϊος καὶ συναγαγὼν εἰς ἐκκλησίαν τοὺς στρατιώτας καὶ τὰ πρέποντα διαλεχθεὶς καὶ φιλοφρονησάμενος, ἐκέλευσε διαλύεσθαι κατὰ πόλιν ἑκάστους καὶ τρέπεσθαι πρὸς τὰ οἰκεῖα, μεμνημένους αὖθις ἐπὶ τὸν θρίαμβον αὐτῷ συνελθεῖν. οὕτω δὲ τῆς στρατιᾶς σκεδασθείσης καὶ πυνθανομένων ἁπάντων πρᾶγμα συνέβη θαυμαστόν.

ὁρῶσαι γὰρ αἱ πόλεις Πομπήϊον Μάγνον ἄνοπλον καὶ μετʼ ὀλίγων τῶν συνήθων ὥσπερ ἐξ ἄλλης ἀποδημίας διαπορευόμενον, ἐκχεόμεναι διʼ εὔνοιαν καὶ προπέμπουσαι μετὰ μείζονος δυνάμεως συγκατῆγον εἰς τὴν Ῥώμην, εἴ τι κινεῖν διενοεῖτο καὶ

p.228
νεωτερίζειν τότε, μηδὲν ἐκείνου δεόμενον τοῦ στρατεύματος.