Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐν δὲ Ῥόδῳ γενόμενος πάντων μὲν ἠκροάσατο τῶν σοφιστῶν, καὶ δωρεὰν ἑκάστῳ τάλαντον ἔδωκε· Ποσειδώνιος δὲ καὶ τήν ἀκρόασιν ἀνέγραψεν ἣν ἔσχεν ἐπʼ αὐτοῦ πρὸς Ἑρμαγόραν τὸν ῥήτορα περὶ τῆς καθόλου ζητήσεως ἀντιταξάμενος. ἐν δὲ Ἀθήναις τὰ μὲν πρὸς τοὺς φιλοσόφους ὅμοια τοῦ Πομπηΐου·

τῇ πόλει δὲ ἐπιδοὺς εἰς ἐπισκευὴν πεντήκοντα τάλαντα λαμπρότατος ἀνθρώπων ἤλπιζεν ἐπιβήσεσθαι τῆς Ἰταλίας καὶ ποθῶν ὀφθήσεσθαι τοῖς οἴκοι ποθοῦσιν. ᾧ δʼ ἄρα πρὸς τὰ λαμπρὰ καὶ μεγάλα τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν ἀεί τινα κεραννύναι κακοῦ μοῖραν ἐπιμελές ἐστι δαιμονίῳ, τοῦτο ὑποικούρει πάλαι παρασκευάζον αὐτῷ λυπηροτέραν τήν ἐπάνοδον.

ἐξύβρισε γὰρ ἡ Μουκία παρὰ τήν

p.226
ἀποδημίαν αὐτοῦ, καὶ πόρρω μὲν ὢν ὁ Πομπήϊος κατεφρόνει τοῦ λόγου· πλησίον δὲ Ἰταλίας γενόμενος καὶ σχολάζοντι τῷ λογισμῷ μᾶλλον, ὡς ἔοικε, τῆς αἰτίας ἁψάμενος, ἔπεμψεν αὐτῇ τήν ἄφεσιν, οὔτε τότε γράψας οὔθʼ ὕστερον ἐφʼ οἷς ἀφῆκεν ἐξειπών ἐν δʼ ἐπιστολαῖς Κικέρωνος ἡ αἰτία γέγραπται.