Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐν τοσαύτῃ δὲ τιμῇ καὶ προσδοκίᾳ τοῦ ἀνδρὸς ὅμως ἐνῆν καὶ ὑποψία τις καὶ δέος, ὡς οὐ προησομένου τὸ στράτευμα, βαδιουμένου δὲ διʼ ὅπλων καὶ μοναρχίας ἄντικρυς ἐπὶ τὴν Σύλλα πολιτείαν. ὅθεν οὐκ ἐλάττονες ἦσαν τῶν διʼ εὔνοιαν τρεχόντων καὶ φιλοφρονουμένων καθʼ ὁδὸν οἱ φόβῳ ταῦτα ποιοῦντες.

ἐπεὶ δὲ καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν ὁ Πομπήϊος προειπὼν ἀφήσειν τὸ στράτευμα μετὰ τὸν θρίαμβον, ἓν αἰτιᾶσθαι τοῖς βασκαίνουσι περιῆν ὑπόλοιπον, ὅτι τῷ δήμῳ προσνέμει μᾶλλον ἑαυτὸν ἢ τῇ βουλῇ, καὶ τὸ τῆς δημαρχίας ἀξίωμα, Σύλλα καταβαλόντος, ἔγνωκεν ἀνιστάναι καὶ χαρίζεσθαι τοῖς πολλοῖς, ὅπερ ἦν ἀληθές.

οὐ γὰρ ἔστιν οὗτινος ἐμμανέστερον ὁ Ῥωμαίων ἠράσθη δῆμος καὶ μᾶλλον ἐπόθησεν ἢ τὴν ἀρχὴν αὖθις ἐπιδεῖν ἐκείνην, ὥστε καὶ Πομπήϊον εὐτύχημα ποιεῖσθαι μέγα τὸν τοῦ πολιτεύματος καιρόν, ὡς οὐκ ἂν εὑρόντα χάριν ἄλλην ᾗ τὴν εὔνοιαν ἀμείψεται τῶν πολιτῶν, εἰ ταύτην ἕτερος προέλαβε.