Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ὁ γὰρ Περπέννας τῶν Σερτωρίου γραμμάτων γεγονὼς κύριος ἐδείκνυεν ἐπιστολὰς τῶν ἐν Ῥώμῃ δυνατωτάτων ἀνδρῶν, οἳ τὰ παρόντα κινῆσαι βουλόμενοι πράγματα καὶ μεταστῆσαι τὴν πολιτείαν ἐκάλουν τόν Σερτώριον εἰς τὴν Ἰταλίαν. φοβηθεὶς οὖν ὁ Πομπήϊος ταῦτα, μὴ μείζονας ἀναστήσῃ τῶν πεπαυμένων πολέμων, τόν τε Περπένναν ἀνεῖλε καὶ τὰς ἐπιστολὰς οὐδʼ ἀναγνοὺς κατέκαυσεν.

ἐκ δὲ τούτου παραμείνας χρόνον ὅσον τὰς μεγίστας κατασβέσαι ταραχὰς καὶ τὰ φλεγμαίνοντα μάλιστα καταστῆσαι καὶ διαλῦσαι τῶν πραγμάτων, ἀπῆγεν εἰς Ἰταλίαν τὸν στρατόν, ἀκμάζοντι τῷ δουλικῷ πολέμῳ κατὰ τύχην φερόμενος. διὸ καὶ Κράσσος ὁ στρατηγὸς ἤπειξε παραβόλως τὴν μάχην, καὶ κατευτύχησε, δισχιλίους τριακοσίους ἐπὶ μυρίοις κτείνας.

οὐ μὴν ἀλλὰ καὶ τούτῳ τὸν Πομπήϊον εἰσποιούσης ἁμῶς γέ πως τῷ κατορθώματι τῆς τύχης, πεντακισχίλιοι φεύγοντες ἐκ τῆς μάχης ἐνέπεσον εἰς αὐτόν, οὓς ἅπαντας διαφθείρας, ἔγραψε πρὸς τὴν σύγκλητον ὑποφθάσας ὡς Κράσσος μὲν ἐκ παρατάξεως νενίκηκε τοὺς μονομάχους, αὐτὸς δὲ τὸν πόλεμον ἐκ ῥιζῶν παντάπασιν ἀνῄρηκε. καὶ

p.166
ταῦτα βουλομένοις ἦν διʼ εὔνοιαν ἀκροᾶσθαι καὶ λέγειν τοῖς Ῥωμαίοις. Ἰβηρίαν δὲ καὶ Σερτώριον οὐδὲ παίζων ἄν τις εἶπεν ἑτέρου καὶ μὴ Πομπηΐου τὸ πᾶν ἔργον εἶναι.