Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἰατρὸς αὐτῷ νοσοῦντι καὶ κακῶς ἔχοντι πρὸς τὰ σιτία κίχλην προσέταξε λαβεῖν, ὡς δὲ ζητοῦντες οὐχ εὗρον ὤνιον ἦν γὰρ παρʼ ὥραν, ἔφη δέ τις εὑρεθήσεσθαι παρὰ Λευκόλλῳ διʼ ἔτους τρεφομένας, εἶτα, εἶπεν, εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήϊος οὐκ ἂν ἔζησε; καὶ χαίρειν ἐάσας τὸν ἰατρὸν ἔλαβέ τι τῶν εὐπορίστων. ταῦτα μὲν οὖν ὕστερον.

ἔτι δὲ μειράκιον ὢν παντάπασι καὶ τῷ πατρὶ συστρατευόμενος ἀντιτεταγμένῳ πρὸς Κίνναν

p.122
, Λευκιόν τινα Τερέντιον εἶχεν ἑταῖρον καὶ σύσκηνον. οὗτος ὑπὸ Κίννα πεισθεὶς χρήμασιν αὐτὸς μὲν ἔμελλε Πομπήϊον ἀποκτενεῖν, ἕτεροι δὲ τὴν σκηνὴν ἐμπρήσειν τοῦ στρατηγοῦ.

μηνύσεως δὲ τῷ Πομπηΐῳ περὶ δεῖπνον ὄντι προσπεσούσης, οὐδὲν διαταραχθείς, ἀλλὰ καὶ πιὼν προθυμότερον καὶ φιλοφρονησάμενος τὸν Τερέντιον, ἅμα τῷ τραπέσθαι πρὸς ἀνάπαυσιν ὑπεκρυεὶς τῆς σκηνῆς ἔλαθε, καὶ τῷ πατρὶ φρουρὰν περιστήσας ἡσύχαζεν. ὁ δὲ Τερέντιος, ὡς ἐνόμιζε καιρὸν εἶναι, σπασάμενος τὸ ξίφος ἀνέστη καὶ τῇ στιβάδι τοῦ Πομπηΐου προσελθὼν ὡς κατακειμένου πολλὰς ἐνεφόρει πληγὰς τοῖς στρώμασι.