Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

πρὸς δὲ τούτοις διηγεῖσθαι τὴν Φλώραν ἐπιθυμῆσαί τινα τῶν Πομπηΐου συνήθων αὐτῆς Γεμίνιον, καὶ πράγματα πολλὰ παρέχειν πειρῶντα· αὐτῆς δὲ φαμένης οὐκ ἂν ἐθελῆσαι διὰ Πομπήϊον, ἐκείνῳ τὸν Γεμίνιον διαλέγεσθαι· τὸν οὖν Πομπήϊον ἐπιτρέψαι μὲν τῷ Γεμινίῳ, μηκέτι δὲ αὐτὸν ἅψασθαι τὸ παράπαν μηδὲ ἐντυχεῖν αὐτῇ, καίπερ ἐρᾶν δοκοῦντα·

p.120
τοῦτο δὲ αὐτὴν οὐχ ἑταιρικῶς ἐνεγκεῖν, ἀλλὰ πολὺν ὑπὸ λύπης καὶ πόθου χρόνον νοσῆσαι.

καίτοι τὴν Φλώραν οὕτω λέγουσιν ἀνθῆσαι καὶ γενέσθαι περιβόητον ὥστε Κεκίλιον Μέτελλον ἀνδριάσι καὶ γραφαῖς κοσμοῦντα τὸν νεὼν τῶν Διοσκούρων, κἀκείνης εἰκόνα γραψάμενον ἀναθεῖναι διὰ τὸ κάλλος. Πομπήϊος δὲ καὶ τῇ

paris.1624.620
Δημητρίου τοῦ ἀπελευθέρου γυναικί, πλεῖστον ἰσχύσαντος παρʼ αὐτῷ καὶ τετρακισχιλίων ταλάντων ἀπολιπόντος οὐσίαν, ἐχρῆτο παρὰ τὸν αὑτοῦ τρόπον οὐκ ἐπιεικῶς οὐδὲ ἐλευθερίως, φοβηθεὶς τὴν εὐμορφίαν αὐτῆς ἄμαχόν τινα καὶ περιβόητον οὖσαν, ὡς μὴ φανείη κεκρατημένος.

οὕτω δὲ πάνυ πόρρωθεν εὐλαβὴς ὢν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένος, ὅμως οὐ διέφυγε τῶν ἐχθρῶν τὸν ἐπὶ τούτῳ ψόγον, ἀλλʼ ἐπὶ ταῖς γαμεταῖς ἐσυκοφαντεῖτο πολλὰ τῶν κοινῶν παριδεῖν καὶ προέσθαι χαριζόμενος ἐκείναις. τῆς δὲ περὶ τὴν δίαιταν εὐκολίας καὶ λιτότητος καὶ ἀπομνημόνευμα λέγεται τοιοῦτον.