Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

Λεπίδῳ δὲ οὐδὲν ὅμοιος στρατηγὸς Ἰβηρίαν κατέχων Σερτώριος ἐπῃωρεῖτο Ῥωμαίοις φοβερός, ὥσπερ ἐπʼ ἔσχατον[*](ἐπʼ ἔσχατον Stephanus, Coraës, and S: ἔσχατον.) νόσημα τῶν ἐμφυλίων πολέμων εἰς τοῦτον τὸν ἄνδρα συνερρυηκότων, πολλοὺς μὲν ἤδη τῶν ἐλαττόνων

p.156
στρατηγῶν ἀνῃρηκότα, Μετέλλῳ δὲ Πίῳ τότε συμπεπλεγμένον, ἀνδρὶ λαμπρῷ μὲν καί πολεμικῷ,

δοκοῦντι δὲ ἀργότερον ὑπὸ γήρως ἕπεσθαι τοῖς καιροῖς τοῦ πολέμου, καί ἀπολείπεσθαι τῶν πραγμάτων ἁρπαζομένων ὀξύτητι καί τάχει, τοῦ Σερτωρίου παραβόλως καί λῃστρικώτερον αὐτῷ προσφερομένου, καί ταράττοντος ἐνέδραις καί περιδρομαῖς ἄνδρα νομίμων ἀθλητὴν ἀγώνων καί δυνάμεως στασίμου καί βαρείας ἡγεμόνα.

πρὸς ταῦτα Πομπήϊος ἔχων τὴν στρατιὰν ὑφʼ ἑαυτῷ διεπράττετο Μετέλλῳ πεμφθῆναι βοηθός· καί Κάτλου κελεύοντος οὐ διέλυεν, ἀλλʼ ἐν τοῖς ὅπλοις ἦν περὶ τὴν πόλιν, ἀεί τινας ποιούμενος προφάσεις, ἕως ἔδωκαν αὐτῷ τὴν ἀρχὴν Λευκίου Φιλίππου γνώμην εἰπόντος.

ὅτε καί φασιν ἐν συγκλήτῳ πυθομένου τινὸς καί θαυμάζοντος εἰ Πομπήϊον ἀνθύπατον οἴεται δεῖν ἐκπεμφθῆναι Φίλιππος· οὐκ ἔγωγε, φάναι τὸν Φίλιππον, ἀλλʼ ἀνθʼ ὑπάτων, ὡς ἀμφοτέρους τοὺς τότε ὑπατεύοντας οὐδενὸς ἀξίους ὄντας.