Pompey

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τῶν μὲν οὖν ἄλλων ἐκράτησε ῥᾳδίως ἐπελθὼν

paris.1624.627
ὁ Πομπήϊος· ἐν δὲ Μουτίνῃ τῆς Γαλατίας ἀντεκάθητο τῷ Βρούτῳ συχνὸν χρόνον ἐν ᾧ Λέπιδος ἐπὶ τὴν Ῥώμην ῥυεὶς καὶ προσκαθήμενος ἔξωθεν ὑπατείαν ᾔτει δευτέραν, ὄχλῳ πολλῷ δεδιττόμένος τοὺς ἔνδον.

ἔλυσε δὲ τὸν φόβον ἐπιστολὴ παρὰ Πομπηΐου κομισθεῖσα κατωρθωκότος ἄνευ μάχης τὸν πόλεμον. ὁ γὰρ Βροῦτος, εἴτε παραδοὺς τὴν δύναμιν αὐτός, εἴτε προδοθεὶς μεταβαλομένης ἐκείνης, ἐνεχείρισε τῷ Πομπηΐῳ τὸ σῶμα, καὶ λαβὼν ἱππεῖς προπομποὺς ἀπεχώρησεν εἰς πολίχνιόν τι τῶν περὶ τὸν Πάδον, ὅπου μεθʼ ἡμέραν μίαν, ἐπιπέμψαντος αὐτῷ τοῦ Πομπηΐου Γεμίνων, ἀνῃρέθη·

καὶ πολλὴν ἔσχεν ἀπὸ τούτου Πομπήϊος αἰτίαν. γεγραφὼς γὰρ εὐθὺς ἐν ἀρχῇ τῆς μεταβολῆς πρὸς τὴν σύγκλητον ὡς ἑκὼν αὐτῷ πρόσθοιτο Βροῦτος, ἑτέρας αὖθις ἔπεμψεν ἐπιστολὰς ἀνῃρημένου τοῦ ἀνθρώπου κατηγορούσας. τούτου Βροῦτος ἦν υἱὸς ὁ Καίσαρα σὺν Κασσίῳ κτείνας, ἀνὴρ ὁμοίως τῷ πατρὶ μήτε πολεμήσας μήτε ἀποθανών, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται.

Λέπιδος μὲν οὖν εὐθὺς ἐκπεσὼν τῆς Ἰταλίας ἀπεπέρασεν εἰς Σαρδόνα· κἀκεῖ νοσήσας ἐτελεύτησε διʼ ἀθυμίαν, οὐ τῶν πραγμάτων, ὥς φασιν, ἀλλὰ γραμματίῳ περιπεσὼν ἐξ οὗ μοιχείαν τινὰ τῆς γυναικὸς ἐφώρασε.