Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐν δὲ πρώτοις τὸν Ἀρχίδαμον ἀγωνιζόμενον ὑπερηφάνως τῇ τε ῥώμῃ τῆς ψυχῆς καὶ τῇ κουφότητι τοῦ σώματος, ὀξέως ἐπὶ τὰ θλιβόμενα τῆς μάχης διαθέοντα διὰ τῶν στενωπῶν καὶ πανταχοῦ μετʼ ὀλίγων ἀντερείδοντα τοῖς πολεμίοις· Ἰσίδαν δὲ δοκῶ, τὸν Φοιβίδου υἱόν, οὐ τοῖς πολίταις μόνον, ἀλλὰ καὶ τοῖς πολεμίοις θέαμα φανῆναι καινὸν[*](καινὸν with Amyot and S: καλὸν (noble).) καὶ ἀγαστόν.

ἦν μὲν γὰρ ἐκπρεπὴς τὸ εἶδος καὶ τὸ μέγεθος τοῦ σώματος, ὥραν δὲ ἐν ᾗ τὸ ἥδιστον ἀνθοῦσιν ἄνθρωποι παριόντες εἰς ἄνδρας ἐκ παίδων εἶχε, γυμνὸς δὲ καὶ ὅπλων τῶν σκεπὸν

p.98
τῶν καὶ ἱματίων, λίπα χρισάμενος τὸ σῶμα, καὶ τῇ μὲν ἔχων χειρὶ λόγχην, τῇ δὲ ξίφος, ἐξήλατο τῆς οἰκίας, καὶ διὰ μέσων τῶν μαχομένων ὠσάμενος ἐν τοῖς πολεμίοις ἀνεστρέφετο, παίων τὸν προστυχόντα καὶ καταβάλλων.

ἐτρώθη δὲ ὑπʼ οὐδενός, εἴτε θεοῦ διʼ ἀρετὴν φυλάττοντος αὐτόν, εἴτε μεῖζόν τι καὶ κρεῖττον ἀνθρώπου φανεὶς τοῖς ἐναντίοις. ἐπὶ τούτῳ δὲ λέγεται τοὺς ἐφόρους στεφανώσαντας αὐτὸν εἶτα χιλίων δραχμῶν ἐπιβαλεῖν ζημίαν, ὅτι χωρὶς ὅπλων διακινδυνεύειν ἐτόλμησεν.

ὀλίγαις δὲ ὕστερον ἡμέραις περὶ τὴν Μαντίνειαν ἐμαχέσαντο, καὶ τὸν Ἐπαμεινώνδαν ἤδη κρατοῦντα τῶν πρώτων, ἔτι δὲ ἐγκείμενον

paris.1624.616
καὶ κατασπεύδοντα τὴν δίωξιν, Ἀντικράτης Λάκων ὑποστὰς ἔπαισε δόρατι μέν, ὡς Διοσκουρίδης ἱστόρηκε, Λακεδαιμόνιοι δὲ Μαχαιρίωνας ἔτι νῦν τοὺς ἀπογόνους τοῦ Ἀντικράτους καλοῦσιν, ὡς μαχαίρᾳ πατάξαντος.

οὕτω γὰρ ἐθαύμασαν καὶ ὑπερηγάπησαν αὐτὸν φόβῳ τοῦ Ἐπαμεινώνδου ζῶντος, ὥστε τιμὰς μὲν ἐκείνῳ καὶ δωρεὰς ψηφίσασθαι, γένει δʼ ἀτέλειαν, ἣν ἔτι καὶ καθʼ ἡμᾶς ἔχει Καλλικράτης, εἷς τῶν Ἀντικράτους ἀπογόνων. μετὰ δὲ τὴν μάχην καὶ τὸν θάνατον[*](τὼν θάνατον with S: θάνατον.) τοῦ Ἐπαμεινώνδου γενομένης εἰρήνης τοῖς Ἕλλησι πρὸς αὑτούς, ἀπήλαυνον οἱ περὶ τὸν Ἀγησίλαον τοῦ ὅρκου τοὺς Μεσσηνίους, ὡς πόλιν οὐκ ἔχοντας.