Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

οἰκιζομένης δὲ Μεσσήνης ὑπὸ τῶν περὶ τὸν Ἐπαμεινώνδαν, καὶ τῶν ἀρχαίων πολιτῶν πανταχόθεν εἰς αὐτὴν συμπορευομένων, διαμάχεσθαι μὲν οὐκ ἐτόλμων οὐδὲ κωλύειν ἐδύναντο, χαλεπῶς δὲ καὶ βαρέως πρὸς τὸν Ἀγησίλαον εἶχον, ὅτι χώραν οὔτε πλήθει τῆς Λακωνικῆς ἐλάττονα καὶ πρωτεύουσαν ἀρετῇ τῆς Ἑλληνικῆς ἔχοντες καὶ καρπούμενοι χρόνον τοσοῦτον ἐπὶ τῆς ἐκείνου βασιλείας ἀπολωλέκασι.

διὸ καὶ προτεινομένην ὑπὸ τῶν Θηβαίων τὴν εἰρήνην ὁ Ἀγησίλαος οὐκ ἐδέξατο. μὴ βουλόμενος δὲ τῷ λόγῳ προέσθαι τοῖς ἔργῳ κρατοῦσι τὴν χώραν, ἀλλὰ φιλονεικῶν, ἐκείνην μὲν οὐκ ἀπέλαβε, μικροῦ δὲ τὴν Σπάρτην προσαπέβαλε καταστρατηγηθείς.

ἐπεὶ γὰρ οἱ Μαντινεῖς αὖθις ἀπέστησαν τῶν Θηβαίων καὶ μετεπέμποντο τοὺς Λακεδαιμονίους, αἰσθόμενος ὁ Ἐπαμεινώνδας τὸν Ἀγησίλαον ἐξεστρατευμένον μετὰ τῆς δυνάμεως καὶ προσιόντα, λαθὼν τοὺς Μαντινεῖς ἀνέζευξε νυκτὸς ἐκ Τεγέας ἄγων ἐπʼ αὐτὴν τὴν Λακεδαίμονα τὸ στράτευμα, καὶ μικρὸν ἐδέησε

p.96
παραλλάξας τὸν Ἀγησίλαον ἔρημον ἐξαίφνης καταλαβεῖν τὴν πόλιν.

Εὐθύνου δὲ Θεσπιέως, ὡς Καλλισθένης φησίν, ὡς δὲ Ξενοφῶν, Κρητός τινος, ἐξαγγείλαντος τῷ Ἀγησιλάῳ, ταχὺ προπέμψας ἱππέα τοῖς ἐν τῇ πόλει φράσοντα, μετʼ οὐ πολὺ καὶ αὐτὸς παρῆλθεν εἰς τὴν Σπάρτην. ὀλίγῳ δὲ ὕστερον οἱ Θηβαῖοι διέβαινον τὸν Εὐρώταν καὶ προσέβαλλον τῇ πόλει, μάλα ἐρρωμένως τοῦ Ἀγησιλάου καὶ παρʼ ἡλικίαν ἐπαμύνοντος.

οὐ γὰρ, ὡς πρότερον, ἀσφαλείας ἑώρα τὸν καιρὸν ὄντα καὶ φυλακῆς, ἀλλὰ μᾶλλον ἀπονοίας καὶ τόλμης, οἷς τὸν ἄλλον χρόνον οὐδέποτε πιστεύσας οὐδὲ χρησάμενος, τότε μόνοις ἀπεώσατο τὸν κίνδυνον, ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδου τὴν πόλιν ἐξαρπάσας, καὶ στήσας τρόπαιον, καὶ τοῖς παισὶ καὶ ταῖς γυναιξὶν ἐπιδείξας τὰ κάλλιστα τροφεῖα τῇ πατρίδι τοὺς Λακεδαιμονίους ἀποδιδόντας,