Agesilaus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπόρθουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ καὶ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, ἔδοξε τοῖς Λακεδαιμονίοις εἰρήνην ποιεῖσθαι πρὸς βασιλέα· καὶ πέμπουσιν Ἀνταλκίδαν πρὸς Τιρίβαζον, αἴσχιστα καὶ παρανομώτατα τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες.

ὅθεν ἥκιστα συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν. ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα τοὺς Λακεδαιμονίους μηδίζειν ὁ Ἀγησίλαος ἀπεκρίνατο μᾶλλον τοὺς Μήδους λακωνίζειν.

τοῖς δὲ μὴ βουλομένοις δέχεσθαι τὴν εἰρήνην ἀπειλῶν καὶ καταγγέλλων πόλεμον ἠνάγκασεν ἐμμένειν ἅπαντας οἷς ὁ Πέρσης ἐδικαίωσε, μάλιστα διὰ τοὺς Θηβαίους, ὅπως

p.64
αὐτόνομον τὴν Βοιωτίαν ἀφέντες ἀσθενέστεροι γένωνται. δῆλον δὲ τοῦτο τοῖς ὕστερον ἐποίησεν, ἐπεὶ γὰρ Φοιβίδας ἔργον εἰργάσατο δεινὸν ἐν σπονδαῖς καὶ εἰρήνῃ τὴν Καδμείαν καταλαβών, καὶ πάντες μὲν ἠγανάκτουν οἱ Ἕλληνες, χαλεπῶς δὲ ἔφερον οἱ Σπαρτιᾶται,

καὶ μάλιστα οἱ διαφερόμενοι τῷ Ἀγησιλάῳ μετʼ ὀργῆς ἐπυνθάνοντο τοῦ Φοιβίδου τίνος ταῦτα κελεύσαντος ἔπραξεν, εἰς ἐκεῖνον τὴν ὑπόνοιαν τρέποντες, οὐκ ὤκνησε τῷ Φοιβίδᾳ βοηθῶν λέγειν ἀναφανδὸν ὅτι δεῖ τὴν πρᾶξιν αὐτήν, εἴ τι χρήσιμον ἔχει, σκοπεῖν· τὰ γὰρ συμφέροντα τῇ Λακεδαίμονι καλῶς ἔχειν αὐτοματίζεσθαι, κἂν μηδεὶς κελεύσῃ.

καίτοι τῷ λόγῳ πανταχοῦ τὴν δικαιοσύνην ἀπέφαινε πρωτεύειν τῶν ἀρετῶν· ἀνδρείας μὲν γὰρ οὐδὲν ὄφελος εἶναι, μὴ παρούσης δικαιοσύνης, εἰ δὲ δίκαιοι πάντες γένοιντο, μηδὲν ἀνδρείας δεήσεσθαι. πρὸς δὲ τοὺς λέγοντας ὅτι ταῦτα δοκεῖ τῷ μεγάλῳ βασιλεῖ, τί δʼ ἐκεῖνος ἐμοῦ, εἶπε, μείζων, εἰ μὴ καὶ δικαιότερος; ὀρθῶς καὶ καλῶς οἰόμενος δεῖν τῷ δικαίῳ καθάπερ μέτρῳ βασιλικῷ μετρεῖσθαι τὴν ὑπεροχὴν τοῦ μείζονος.

ἣν δὲ τῆς εἰρήνης γενομένης ἔπεμψεν αὐτῷ περὶ ξενίας καὶ

paris.1624.609
φιλίας ἐπιστολὴν ὁ βασιλεύς, οὐκ ἔλαβεν, εἰπὼν ἐξαρκεῖν τὴν κοινὴν φιλίαν, καὶ μηδὲν ἰδίας δεήσεσθαι μενούσης ἐκείνης, ἐν δὲ τοῖς ἔργοις οὐκέτι ταύτην διαφυλάττων τὴν δόξαν, ἀλλὰ τῇ φιλοτιμίᾳ καὶ τῇ φιλονεικίᾳ πολλαχοῦ συνεκφερόμενος, καὶ μάλιστα τῇ πρὸς Θηβαίους,

οὐ μόνον ἔσωσε τὸν Φοιβίδαν, ἀλλὰ καὶ τὴν πόλιν

p.66
ἔπεισεν εἰς αὑτὴν ἀναδέξασθαι τὸ ἀδίκημα καὶ κατέχειν τὴν Καδμείαν διʼ ἑαυτῆς, τῶν δὲ πραγμάτων καὶ τῆς πολιτείας Ἀρχίαν καὶ Λεοντίδαν ἀποδεῖξαι κυρίους, διʼ ὧν ὁ Φοιβίδας εἰσῆλθε καὶ κατέλαβε τὴν ἀκρόπολιν.